previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. μὲν οὖν οὕτως ἐσφάγη, ἥκιστα δὴ 1 τοῦτο παθεῖν καὶ δι᾽ ἑαυτὸν καὶ διὰ τὴν πᾶσαν τῶν Ῥωμαίων ἀρχὴν ὀφείλων, πλὴν καθ᾽ ὅσον διὰ τὴν φιλαρχίαν αἰτιώτατος τῷ Πατέρνῳ 2 τῷ συνάρχοντι τοῦ ὀλέθρου ἐγένετο: ἰδίᾳ μὲν γὰρ οὐδὲν πώποτε οὔτε πρὸς δόξαν οὔτε πρὸς πλοῦτον περιεβάλετο, 3 ἀλλὰ καὶ ἀδωρότατα καὶ σωφρονέστατα διήγαγε, τοῦ δὲ Κομμόδου καὶ 4 τῆς ἀρχῆς αὐτοῦ πᾶσαν ἀσφάλειαν ἐποιεῖτο.” Xiph. 272, 28-273, 15 R. St.[2] ὅτι Κόμμοδος εὐθυμίαις 5 τε πάνυ προσέκειτο καὶ ἁρματηλασίᾳ προσεῖχε, καὶ οὔτ᾽ ἀρχὴν τῶν 6 τοιούτων τι αὐτῷ ἔμελεν, οὔτ᾽ εἰ καὶ σφόδρα ἐπεφροντίκει, διαθέσθαι γε αὐτὰ ὑπὸ τῆς ἁβρότητος καὶ τῆς ἀπειρίας ἐδύνατο. καὶ οἱ Καισάρειοι τούτου 7 ἀπαλλαγέντες ῾ἦν [p. 92] δὲ αὐτῶν κορυφαῖος Κλέανδροσ᾽ οὐδὲν τι κακὸν οὐκ ἔδρων, πωλοῦντες πάντα, ὑβρίζοντες, ἀσελγαίνοντες.” Exc. Val. 318 (p. 726), Xiph. 273, 15-18, R. St.Κόμμοδος δὲ τὸ πλεῖστον τοῦ βίου περί τε τὰς ῥᾳστώνας καὶ τοὺς ἵππους περί τε τὰς μάχας [3] τῶν τε θηρίων καὶ τῶν ἀνδρῶν εἶχεν. ἄνευ γὰρ ὧν οἴκοι ἔδρα, πολλοὺς μὲν ἄνδρας ἐν τῷ δημοσίῳ πολλὰ δὲ καὶ θηρία πολλάκις ἔφθειρε: καὶ πέντε γοῦν ἵππους ποταμίους 8 ἅμα καὶ δύο ἐλέφαντας ἄλλῃ καὶ ἄλλῃ ἡμέρᾳ χωρὶς αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ κατεχρήσατο, καὶ προσέτι καὶ ῥινοκέρωτας ἀπέκτεινε καὶ καμηλοπάρδαλιν. ταῦτα μέν μοι κατὰ παντὸς τοῦ περὶ αὐτὸν λόγου γέγραπται.” Xiph. 273, 18-25, R. St. “ ”

1 dh\ Leuncl., de\ *wC.

2 *pate/rnw| R. Steph., pate/rna *wC.

3 perieba/leto R. Steph., perieba/lleto *wC.

4 kai\ supplied by Hier. Wolf.

5 eu)qumi/ais Vai., e)kqumi/ais cod. Peir.

6 a)rxh\n tw=n Reim., a)rxo/ntwn cod. Peir.

7 tou/tou — *kle/andros *wC, suno/ntes au)tw=| cod. Peir.

8 potami/ous V. polemi/ous C.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: