previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. αὐτὸν ἀπέστειλεν. ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἰταλίαν ἀφίκετο καὶ τὴν Ῥάβενναν ἀκονιτὶ 1 παρέλαβε, καὶ οὓς ἐκεῖνος ἐπ᾽ αὐτὸν ἔπεμπεν πείσοντας ὑποστρέψαι εἴρξοντας τῶν παρόδων, προσεχώρουν [2] αὐτῷ, οἵ τε δορυφόροι, οἷς μάλιστα Ἰουλιανὸς ἐθάρρει, τῇ τε συνεχείᾳ τῶν πόνων ἀπεκναίοντο καὶ πρὸς τὴν φήμην τῆς τοῦ Σεουήρου παρουσίας δεινῶς ἐξεπλήττοντο, συγκαλέσας ἡμᾶς Ἰουλιανὸς κοινωνὸν αὑτῷ 2 τῆς ἀρχῆς [3] ἐκέλευε τὸν Σεουῆρον ψηφίσασθαι. οἱ δὲ δὴ στρατιῶται ἐκ γραμμάτων τοῦ Σεουήρου πεισθέντες ὅτι οὐδὲν κακόν, ἂν τοὺς σφαγέας τοῦ Περτίνακος ἐκδῶσι καὶ αὐτοὶ τὴν ἡσυχίαν ἄγωσι, [p. 158] πείσονται, τούς τε ἀποκτείναντας τὸν Περτίνακα συνέλαβον, καὶ αὐτὸ τοῦτο Σιλίῳ Μεσσάλᾳ τῷ [4] ὑπατεύοντι τότε ἐμήνυσαν. καὶ ὃς συναγαγὼν ἡμᾶς ἐς τὸ Ἀθήναιον καλούμενον ἀπὸ τῆς ἐν αὐτῷ τῶν παιδευομένων ἀσκήσεως, τὰ παρὰ τῶν στρατιωτῶν ἐδήλωσε: καὶ τοῦ τε Ἰουλιανοῦ θάνατον κατεψηφισάμεθα καὶ τὸν Σεουῆρον αὐτοκράτορα ὠνομάσαμεν, τῷ τε Περτίνακι [5] ἡρωικὰς τιμὰς ἀπεδώκαμεν. μὲν οὖν Ἰουλιανὸς οὕτως ἐν αὐτῷ τῷ παλατίῳ κατακείμενος ἐφονεύθη, τοσοῦτον μόνον εἰπών, ‘καὶ τί δεινὸν ἐποίησα; τίνα ἀπέκτεινα;’ ἔζησε δὲ ἑξήκοντά τε ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἴσας, ἀφ᾽ ὧν ἓξ καὶ ἑξήκοντα ἦρξεν ἡμέρας.” Xiph. 292, 17-293, 10 R. St.[6] Δίων οδ βιβλίῳ: ‘ἀνδρῶν γάρ ἐστι φρονίμων μήτ᾽ ἄρχειν πολέμου μήτ᾽ ἐπιφερόμενον αὐτὸν ἀναδύεσθαι, ἀλλὰ τῷ μὲν ἐθελοντὶ 3 σωφρονήσαντι συγγνώμην, κἂν προαμάρτῃ τι, ποιεῖσθαι...’” Bekk. Anecd. 168, 7 s#3#3.

1 a)koniti/ R Steph., a)konti/ *wC.

2 au(tw=| Bk., au)tw= *wC.

3 e)qelonti/ de Boer, e)qe/lonti cod.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: