previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. λίθοις Ἰνδικοῖς ἠσκημένος, ἠκολούθει. ὡς δὲ παρεξῆλθε ταῦτα, ἀνέβη Σεουῆρος ἐπὶ τὸ βῆμα τὸ τῶν ἐμβόλων, καὶ ἀνέγνω ἐγκώμιον τοῦ Περτίνακος. ἡμεῖς δὲ πολλὰ μὲν καὶ διὰ μέσου τῶν [p. 170] λόγων αὐτοῦ ἐπεβοῶμεν, τὰ μὲν ἐπαινοῦντες τὰ δὲ καὶ θρηνοῦντες τὸν Περτίνακα, πλεῖστα δὲ [2] ἐπειδὴ ἐπαύσατο. καὶ τέλος, μελλούσης τῆς κλίνης κινηθήσεσθαι, πάντες ἅμα ὠλοφυράμεθα καὶ πάντες ἐπεδακρύσαμεν. κατεκόμισαν δὲ αὐτὴν ἀπὸ τοῦ βήματος οἵ τε ἀρχιερεῖς καὶ αἱ ἀρχαὶ αἵ τε ἐνεστῶσαι καὶ αἱ ἐς νέωτα ἀποδεδειγμέναι, [3] καὶ ἱππεῦσί τισι φέρειν ἔδοσαν. οἱ μὲν οὖν ἄλλοι πρὸ τῆς κλίνης προῄειμεν, καί τινες ἐκόπτοντο ἑτέρων πένθιμόν τι ὑπαυλούντων: δ᾽ αὐτοκράτωρ ἐφ᾽ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ᾽ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ [4] Περτίναξ ἤλαυνεν. ἐς οὖν ταύτην τὰ ἐντάφια ἐνεβλήθη καὶ κλίνη ἐνετέθη, καὶ μετὰ τοῦτο τὸ εἴδωλον τε Σεουῆρος καὶ οἱ συγγενεῖς τοῦ Περτίνακος ἐφίλησαν. καὶ μὲν ἐπὶ βῆμα ἀνέβη, ἡμεῖς δὲ βουλὴ πλὴν τῶν ἀρχόντων ἐπὶ ἰκρία, ὅπως ἀσφαλῶς τε ἅμα καὶ ἐπιτηδείως τὰ γινόμενα [5] θεωρήσωμεν. οἱ δὲ ἄρχοντες καὶ ἱππὰς τὸ τέλος προσφόρως σφίσιν ἐσκευασμένοι, οἵ τε ἱππεῖς οἱ στρατιῶται καὶ οἱ πεζοὶ περὶ τὴν πυρὰν πολιτικάς τε ἅμα καὶ πολεμικὰς 1 διεξόδους διελίττοντες διεξῆλθον: εἶθ᾽ οὕτως οἱ ὕπατοι πῦρ ἐς 2 αὐτὴν ἐνέβαλον. γενομένου δὲ τούτου ἀετός τις ἐξ αὐτῆς ἀνέπτατο. καὶ μὲν Περτίναξ οὕτως ἠθανατίσθη.” Xiph. 294, 30-296, 32 R. St.[6] ὅτι Περτίναξ, τὸ μὲν εὐπόλεμον ἄγροικον τὸ [p. 172] δὲ εἰρηναῖον δειλὸν ὡς τὸ πολὺ ἐκβαῖνον, ἀμφότερα κράτιστος ὁμοίως ἐγένετο, φοβερὸς μὲν πολεμῆσαι σοφὸς δὲ εἰρηνεῦσαι ὤν: καὶ τὸ μὲν θρασύ, οὗ τὸ ἀνδρεῖον μετέχει, πρός τε τὸ ἀλλόφυλον καὶ πρὸς τὸ στασίαζον, τὸ δὲ ἐπιεικές, οὗ τὸ δίκαιον μεταλαμβάνει, πρός τε τὸ οἰκεῖον καὶ [7] πρὸς τὸ σῶφρον ἐνεδείκνυτο. προαχθεὶς δὲ ἐς τὴν τῆς οἰκουμένης προστασίαν οὐκ ἠλέγχθη 3 ποτὲ ὑπὸ τῆς τοῦ μείζονος αὐξήσεως, ὥστε ἐν μὲν τοῖς ταπεινότερος ἐν δὲ τοῖς ὀγκωδέστερος τοῦ καθήκοντος γενέσθαι, ἀλλ᾽ ὁμοίως ἀπ᾽ ἀρχῆς διὰ πάντων μέχρι τῆς τελευτῆς διετέλεσεν σεμνὸς ἔξω τοῦ σκυθρωποῦ, πρᾷος ἔξω τοῦ ταπεινοῦ, φρόνιμος ἄνευ κακουργίας, δίκαιος ἄνευ ἀκριβολογίας, οἰκονομικὸς χωρὶς ῥυπαρίας, μεγαλόνους χωρὶς αὐχήματος.” Exc. Val. 338 (p. 734). “ ”

1 polemika/s Sylb., poihtika/s *wC.

2 e)s Bk., e)p' *wC.

3 h)le/gxqh Val., h)le/xqh cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: