previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δ᾽ αἰτίας, ἐφ᾽ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον Διονυσίῳ προσγράφομεν: διεφαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφ᾽ αἷς Διονύσιος ἐφρόνει μεῖζον ἐπὶ τῷ τυραννεύειν, σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλκοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος νῆσος, τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν Ἀντιφῶν τῷ λόγῳἐγὼ ἄριστονἔφηοἶδα τὸν Ἀθήνησιν, οὗ [p. 17] γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες.’ ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διονύσιον καὶ τρέπων ἐπ᾽ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσκρούων, ὑφ᾽ ζῆν ᾕρητο μᾶλλον οἴκοι δημοκρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθηναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι μᾶλλον ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράσονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι: αἱ γὰρ μυθοποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν καὶ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραιτήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: