previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



μεγάλων δ᾽ ἀξιούμενος τῆς Σμύρνης τί οὐκ ἐπ᾽ αὐτῷ βοώσης ὡς ἐπ᾽ ἀνδρὶ θαυμασίῳ καὶ ῥήτορι, οὐκ ἐθάμιζεν ἐς τὸν δῆμον, ἀλλ᾽ αἰτίαν παρὰ τοῖς πολλοῖς ἔχων φόβουφοβοῦμαιἔφηδῆμον ἐπαίροντα μᾶλλον λοιδορούμενον.’ τελώνου δὲ θρασυναμένου ποτὲ πρὸς αὐτὸν ἐν δικαστηρίῳ καὶ εἰπόντοςπαῦσαι ὑλακτῶν μεμάλα ἀστείως Νικήτηςνὴ Δία’, εἶπενἢν καὶ σὺ παύσῃ δάκνων με.’ δὲ ὑπὲρ Ἄλπεις τε καὶ Ῥῆνον ἀποδημία τοῦ ἀνδρὸς ἐγένετο μὲν ἐκ βασιλείου προστάγματος, αἰτία δὲ αὐτῆς ἥδε: ἀνὴρ ὕπατος, ὄνομα Ῥοῦφος, τοὺς Σμυρναίους ἐλογίστευε πικρῶς καὶ δυστρόπως. τούτῳ τι προσκρούσας Νικήτηςἔρρωσο’, εἶπεν, καὶ οὐκέτι προσῄει δικάζοντι. τὸν μὲν δὴ χρόνον, ὃν μιᾶς πόλεως ἦρξεν, οὔπω δεινὰ πεπονθέναι ᾤετο, ἐπιτραπεὶς δὲ τὰ Κελτικὰ στρατόπεδα ὀργῆς ἀνεμνήσθηαἱ γὰρ εὐπραγίαι τά τε ἄλλα τοὺς ἀνθρώπους ἐπαίρουσι καὶ τὸ μηκέτι καρτερεῖν, πρὶν εὖ πράττειν ἀνθρωπίνῳ λογισμῷ ἐκαρτέρουνκαὶ γράφει πρὸς τὸν αὐτοκράτορα Νερούαν πολλὰ ἐπὶ τὸν Νικήτην καὶ σχέτλια, καὶ αὐτοκράτωραὐτὸςεἶπενἀκροάσει ἀπολογουμένου, κἂν ἀδικοῦντα εὕρῃς, ἐπίθες δίκην.’ ταυτὶ δὲ ἔγραφεν οὐ τὸν Νικήτην ἐκδιδούς, ἀλλὰ τὸν Ῥοῦφον ἐς συγγνώμην ἑτοιμάζων, οὐ γὰρ ἄν ποτε ἄνδρα τοιοῦτον ἐφ᾽ ἑαυτῷ γεγονότα οὔτ᾽ ἂν ἀποκτεῖναι Ῥοῦφος, οὔτ᾽ ἂν ἕτερον ζημιῶσαι οὐδέν, ὡς μὴ φανείη βαρὺς τῷ καθιστάντι αὐτὸν δικαστὴν ἐχθροῦ. διὰ μὲν δὴ ταῦτα ἐπὶ Ῥῆνόν τε καὶ Κελτοὺς ἦλθεν, παρελθὼν δὲ ἐπὶ τὴν ἀπολογίαν [p. 26] οὕτω τι κατέπληξε τὸν Ῥοῦφον, ὡς πλείω μὲν ἀφεῖναι ἐπὶ τῷ Νικήτῃ δάκρυα οὗ διεμέτρησεν αὐτῷ ὕδατος, ἀποπέμψαι δὲ οὐκ ἄτρωτον μόνον, ἀλλὰ καὶ περίβλεπτον καὶ ἐν τοῖς ζηλωτοῖς Σμυρναίων. τὸν δὲ ἄνδρα τοῦτον χρόνοις ὕστερον Ἡρακλείδης Λύκιος σοφιστὴς διορθούμενος ἐπέγραψε Νικήτην τὸν κεκαθαρμένον, ἠγνόησε δὲ ἀκροθίνια Πυγμαῖα κολοσσῷ ἐφαρμόζων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: