previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἔδοξε δὲ σοφιστὴς οὗτος τεχνικώτατός τε καὶ φρονιμώτατος τὸ ἐπιχειρηματικὸν ἐν ἐπινοίᾳ τεχνικῇ κείμενον ἱκανῶς ἐκπονῆσαι, καὶ ἑρμηνεῦσαι μὲν ἀποχρῶν, νοῆσαι δὲ καὶ τὰ νοηθέντα τάξαι ἀπέριττος. διαφαίνονται δὲ τοῦ λόγου καὶ λαμπρότητες λήγουσαι ταχέως, ὥσπερ τὸ τῆς ἀστραπῆς σέλας. δηλοῦται δὲ τοῦτο ἐν πᾶσι μέν, μάλιστα δὲ ἐν τοῖσδε: κατηγορῶν μὲν γὰρ τοῦ Λεπτίνου διὰ τὸν νόμον, ἐπεὶ μὴ ἐφοίτα τοῖς Ἀθηναίοις ἐκ τοῦ Πόντου σῖτος, ὧδε ἤκμασεν: ‘κέκλεισται τὸ στόμα τοῦ Πόντου νόμῳ καὶ τὰς Ἀθηναίων τροφὰς ὀλίγαι κωλύουσι συλλαβαί, καὶ ταὐτὸν δύναται Λύσανδρος ναυμαχῶν καὶ Λεπτίνης νομομαχῶν’. ἀντιλέγων δὲ τοῖς Ἀθηναίοις ἀπορίᾳ χρημάτων βουλευομένοις πωλεῖν τὰς νήσους ὧδε ἔπνευσεν: ‘λῦσον, Πόσειδον, τὴν ἐπὶ Δήλῳ χάριν, συγχώρησον αὐτῇ πωλουμένῃ [p. 40] φυγεῖν.’ ἐσχεδίαζε μὲν οὖν κατὰ τὸν Ἰσαῖον, οὗ δὴ καὶ ἠκροάσατο, μισθοὺς δὲ γενναίους ἐπράττετο τὰς συνουσίας οὐ μελετηρὰς μόνον, ἀλλὰ καὶ διδασκαλικὰς παρέχων. εἰκόνες δὲ αὐτοῦ Ἀθήνησι μία μὲν ἐπ᾽ ἀγορᾶς, ἑτέρα δὲ ἐν τῷ ἄλσει τῷ μικρῷ, αὐτὸς λέγεται ἐκφυτεῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: