previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὸ δὲ μεγαλόγνωμον τοῦτο καὶ φρονηματῶδες ἐκ Τιμοκράτους ἔσπασε τοῦ φιλοσόφου, συγγενόμενος αὐτῷ ἥκοντι ἐς Ἰωνίαν ἐτῶν τεττάρων. οὐ χεῖρον δὲ καὶ τὸν Τιμοκράτην δηλῶσαι: ἦν μὲν γὰρ ἐκ τοῦ Πόντου ἀνὴρ οὗτος καὶ ἦν αὐτῷ πατρὶς Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες, ἐφιλοσόφει δὲ κατ᾽ ἀρχὰς μὲν τοὺς ἰατρικοὺς τῶν λόγων, εἰδὼς εὖ τὰς Ἱπποκράτους τε καὶ Δημοκρίτου δόξας, ἐπεὶ δὲ ἤκουσεν Εὐφράτου τοῦ Τυρίου, πλήρεσιν ἱστίοις ἐς τὴν ἐκείνου φιλοσοφίαν ἀφῆκεν. ἐπιχολώτερος δὲ οὕτω τι ἦν τοῦ ξυμμέτρου, ὡς ὑπανίστασθαι [p. 47] αὐτῷ διαλεγομένῳ τήν τε γενειάδα καὶ τὰς ἐν τῇ κεφαλῇ χαίτας, ὥσπερ τῶν λεόντων ἐν ταῖς ὁρμαῖς. τῆς δὲ γλώττης εὐφόρως εἶχε καὶ σφοδρῶς καὶ ἑτοίμως, διὸ καὶ τῷ Πολέμωνι πλείστου ἦν ἄξιος ἀσπαζομένῳ τὴν τοιάνδε ἐπιφορὰν τοῦ λόγου. διαφορᾶς γοῦν τῷ Τιμοκράτει πρὸς τὸν Σκοπελιανὸν γενομένης ὡς ἐκδεδωκότα ἑαυτὸν πίττῃ καὶ παρατιλτρίαις διέστη μὲν ἐνομιλοῦσα νεότης τῇ Σμύρνῃ, δὲ Πολέμων ἀμφοῖν ἀκροώμενος τῶν τοῦ Τιμοκράτους στασιωτῶν ἐγένετο πατέρα καλῶν αὐτὸν τῆς ἑαυτοῦ γλώττης. ἀπολογούμενος δὲ αὐτῷ καὶ ὑπὲρ τῶν πρὸς Φαβωρῖνον λόγων εὐλαβῶς ὑπέστειλε καὶ ὑφειμένως, ὥσπερ τῶν παίδων οἱ τὰς ἐκ τῶν διδασκάλων πληγάς, εἴ τι ἀτακτήσειαν, δεδιότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: