previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


α


περὶ δὲ Ἡρώδου τοῦ Ἀθηναίου τάδε χρὴ εἰδέναι: σοφιστὴς Ἡρώδης ἐτέλει μὲν ἐκ πατέρων ἐς τοὺς δισυπάτους, ἀνέφερε δὲ ἐς τὸν τῶν Αἰακιδῶν, οὓς ξυμμάχους ποτὲ Ἑλλὰς ἐπὶ τὸν Πέρσην ἐποιεῖτο, ἀπηξίου δὲ οὐδὲ τὸν Μιλτιάδην, οὐδὲ τὸν Κίμωνα, ὡς ἄνδρε ἀρίστω καὶ πολλοῦ ἀξίω Ἀθηναίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τὰ Μηδικά, μὲν γὰρ ἦρξε τροπαίων Μηδικῶν, δὲ ἀπῄτησε δίκας τοὺς βαρβάρους ὧν μετὰ ταῦτα ὕβρισαν. ἄριστα δὲ ἀνθρώπων πλούτῳ ἐχρήσατο. τουτὶ δὲ μὴ τῶν εὐμεταχειρίστων ἡγώμεθα, ἀλλὰ τῶν παγχαλέπων τε καὶ δυσκόλων, οἱ γὰρ πλούτῳ μεθύοντες [p. 56] ὕβριν τοῖς ἀνθρώποις ἐπαντλοῦσιν. προσδιαβάλλουσι δὲ ὡς καὶ τυφλὸν τὸν πλοῦτον, ὃς εἰ καὶ τὸν ἄλλον χρόνον ἐδόκει τυφλός, ἀλλ᾽ ἐπὶ Ἡρώδου ἀνέβλεψεν, ἔβλεψε μὲν γὰρ ἐς φίλους, ἔβλεψε δὲ ἐς πόλεις, ἔβλεψε δὲ ἐς ἔθνη, πάντων περιωπὴν ἔχοντος τοῦ ἀνδρὸς καὶ θησαυρίζοντος τὸν πλοῦτον ἐν ταῖς τῶν μετεχόντων αὐτοῦ γνώμαις. ἔλεγε γὰρ δή, ὡς προσήκοι τὸν ὀρθῶς πλούτῳ χρώμενον τοῖς μὲν δεομένοις ἐπαρκεῖν, ἵνα μὴ δέωνται, τοῖς δὲ μὴ δεομένοις, ἵνα μὴ δεηθῶσιν, ἐκάλει τε τὸν μὲν ἀσύμβολον πλοῦτον καὶ φειδοῖ κεκολασμένον νεκρὸν πλοῦτον, τοὺς δὲ θησαυρούς, ἐς οὓς ἀποτίθενται τὰ χρήματα ἔνιοι, πλούτου δεσμωτήρια, τοὺς δὲ καὶ θύειν ἀξιοῦντας ἀποθέτοις χρήμασιν Ἀλωάδας ἐπωνόμαζε θύοντας Ἄρει μετὰ τὸ δῆσαι αὐτόν.


πηγαὶ δὲ αὐτῷ τοῦ πλούτου πολλαὶ μὲν κἀκ πολλῶν οἴκων, μέγισται δὲ τε πατρῴα καὶ μητρόθεν. μὲν γὰρ πάππος αὐτοῦ Ἵππαρχος ἐδημεύθη τὴν οὐσίαν ἐπὶ τυραννικαῖς αἰτίαις, ἃς Ἀθηναῖοι μὲν οὐκ ἐπῆγον, δὲ αὐτοκράτωρ οὐκ ἠγνόησεν, Ἀττικὸν δὲ τὸν μὲν ἐκείνου παῖδα, Ἡρώδου δὲ πατέρα οὐ περιεῖδεν Τύχη πένητα ἐκ πλουσίου γενόμενον, ἀλλ᾽ ἀνέδειξεν αὐτῷ θησαυροῦ χρῆμα ἀμύθητον ἐν μιᾷ τῶν οἰκιῶν, ἃς πρὸς τῷ θεάτρῳ ἐκέκτητο, οὗ διὰ μέγεθος εὐλαβὴς μᾶλλον περιχαρὴς γενόμενος ἔγραψε πρὸς τὸν αὐτοκράτορα ἐπιστολὴν ὧδε ξυγκειμένην: ‘θησαυρόν, βασιλεῦ, ἐπὶ τῆς ἐμαυτοῦ οἰκίας εὕρηκα: τί οὖν περὶ αὐτοῦ κελεύεις;’ καὶ αὐτοκράτωρ, Νερούας δὲ ἦρχε τότε, ‘χρῶἔφηοἷς εὕρηκας.’ τοῦ δὲ Ἀττικοῦ ἐπὶ τῆς αὐτῆς εὐλαβείας μείναντος καὶ γράψαντος ὑπὲρ ἑαυτὸν εἶναι τὰ τοῦ [p. 57] θησαυροῦ μέτρακαὶ παραχρῶἔφητῷ ἑρμαίῳ, σὸν γάρ ἐστιν.’ ἐντεῦθεν μέγας μὲν Ἀττικός, μείζων δὲ Ἡρώδης, πρὸς γὰρ τῷ πατρῴῳ πλούτῳ καὶ μητρῷος αὐτῷ πλοῦτος οὐ παρὰ πολὺ τούτου ἐπερρύη.


μεγαλοψυχία δὲ λαμπρὰ καὶ περὶ τὸν Ἀττικὸν τοῦτον: ἦρχε μὲν γὰρ τῶν κατὰ τὴν Ἀσίαν ἐλευθέρων πόλεων Ἡρώδης, ἰδὼν δὲ τὴν Τρῳάδα βαλανείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύττοντας ἐπέστειλεν Ἀδριανῷ αὐτοκράτορι μὴ περιιδεῖν πόλιν ἀρχαίαν καὶ εὐθάλαττον αὐχμῷ φθαρεῖσαγ, ἀλλ᾽ ἐπιδοῦναί σφισι τριακοσίας μυριάδας ἐς ὕδωρ, ὧν πολλαπλασίους ἤδη καὶ κώμαις ἐπιδεδώκοι. ἐπῄνεσεν αὐτοκράτωρ τὰ ἐπεσταλμένα ὡς πρὸς τρόπου ἑαυτῷ ὄντα καὶ τὸν Ἡρώδην αὐτὸν ἐπέταξε τῷ ὕδατι. ἐπεὶ δὲ ἐς ἑπτακοσίας μυριάδας δαπάνη προὔβαινεν ἐπέστελλόν τε τῷ αὐτοκράτορι οἱ τὴν Ἀσίαν ἐπιτροπεύοντες, ὡς δεινὸν πεντακοσίων πόλεων φόρον ἐς μιᾶς πόλεως δαπανᾶσθαι κρήνην, ἐμέμψατο πρὸς τὸν Ἀττικὸν αὐτοκράτωρ ταῦτα, καὶ Ἀττικὸς μεγαλοφρονέστατα ἀνθρώπων βασιλεῦ’, εἶπενὑπὲρ μικρῶν μὴ παροξύνου, τὸ γὰρ ὑπὲρ τὰς τριακοσίας μυριάδας ἀναλωθὲν ἐγὼ μὲν τῷ υἱῷ ἐπιδίδωμι, δὲ υἱὸς τῇ πόλει ἐπιδίδωσι.’ καὶ αἱ διαθῆκαι δέ, ἐν αἷς τῷ Ἀθηναίων δήμῳ κατέλειπε καθ᾽ ἕκαστον ἔτος μνᾶν καθ᾽ ἕνα, μεγαλοφροσύνην κατηγοροῦσι τοῦ ἀνδρός, καὶ ἐς τὰ ἄλλα ἐχρῆτο, ἑκατὸν μὲν βοῦς τῇ θεῷ θύων ἐν ἡμέρᾳ μιᾷ πολλάκις, ἑστιῶν δὲ τῇ θυσίᾳ τὸν Ἀθηναίων δῆμον κατὰ φυλὰς καὶ γένη, ὁπότε δὲ ἥκοι Διονύσια καὶ κατίοι ἐς Ἀκαδημίαν τὸ τοῦ Διονύσου ἕδος, ἐν Κεραμεικῷ [p. 58] ποτίζων ἀστοὺς ὁμοίως καὶ ξένους κατακειμένους ἐπὶ στιβάδων κιττοῦ.


ἐπεὶ δὲ τῶν τοῦ Ἀττικοῦ διαθηκῶν ἐπεμνήσθην, ἀνάγκη καὶ τὰς αἰτίας ἀναγράψαι, δι᾽ ἃς προσέκρουσεν Ἡρώδης Ἀθηναίοις: εἶχον μὲν γὰρ αἱ διαθῆκαι, ὡς εἶπον, ἔγραψε δὲ αὐτὰς ξυμβουλίᾳ τῶν ἀμφ᾽ ἑαυτὸν ἀπελευθέρων, οἳ χαλεπὴν ὁρῶντες τὴν Ἡρώδου φύσιν ἀπελευθέροις τε καὶ δούλοις ἀποστροφὴν ἐποιοῦντο τοῦ Ἀθηναίων δήμου, ὡς τῆς δωρεᾶς αὐτοὶ αἴτιοι. καὶ ὁποῖα μὲν τῶν ἀπελευθέρων τὰ πρὸς τὸν Ἡρώδην, δηλούτω κατηγορία, ἣν πεποίηται σφῶν πᾶν κέντρον ἠρμένος τῆς ἑαυτοῦ γλώττης. ἀναγνωσθεισῶν δὲ τῶν διαθηκῶν ξυνέβησαν οἰ Ἀθηναῖοι πρὸς τὸν Ἡρώδην πέντε μνᾶς αὐτὸν ἐς2άπαξ ἑκάστῳ καταβάλλοντα πρίασθαι παρ᾽ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι: ἀλλ᾽ ἐπεὶ προσῄεσαν μὲν ταῖς τραπέζαις ὑπὲρ τῶν ὡμολογημένων, ἐπανεγιγνώσκετο δὲ αὐτοῖς ξυμβόλαια πατέρων τε καὶ πάππων ὡς ὀφειλόντων τοῖς Ἡρώδου γονεῦσιν ἀντιλογισμοῖς τε ὑπήγοντο καὶ οἱ μὲν μικρὰ ἠριθμοῦντο, οἱ δὲ οὐδέν, οἱ δὲ συνείχοντο ἐπ᾽ ἀγορᾶς ὡς καὶ ἀποδώσοντες, παρώξυνε ταῦτα τοὺς Ἀθηναίους ὡς ἡρπασμένους τὴν δωρεὰν καὶ οὐκ ἐπαύσαντο μισοῦντες, οὐδὲ ὁπότε τὰ μέγιστα εὐεργετεῖν ᾤετο. τὸ οὖν στάδιον ἔφασαν ῾εὖἐπωνομάσθαι Παναθηναικόν, κατεσκευάσθαι γὰρ αὐτὸ ἐξ ὧν ἀπεστεροῦντο Ἀθηναῖοι πάντες.


καὶ μὴν καὶ ἐλειτούργησεν Ἀθηναίοις τήν τε ἐπώνυμον καὶ τὴν τῶν Πανελληνίων, στεφανωθεὶς δὲ καὶ τὴν τῶν Παναθηναίωνκαὶ ὑμᾶς’, εἶπεν Ἀθηναῖοι, καὶ τῶν Ἑλλήνων τοὺς ἥξοντας καὶ τῶν ἀθλητῶν τοὺς ἀγωνιουμένους ὑποδέξομαι σταδίῳ λίθου λευκοῦ.’ καὶ εἰπὼν ταῦτα τὸ στάδιον τὸ [p. 59] ὑπὲρ τὸν Ἰλισσὸν ἔσω τεττάρων ἐτῶν ἀπετέλεσεν ἔργον ξυνθεὶς ὑπὲρ πάντα τὰ θαύματα, οὐδὲν γὰρ θέατρον αὐτῷ ἁμιλλᾶται. κἀκεῖνα περὶ τῶν Παναθηναίων τούτων ἤκουον: πέπλον μὲν ἀνῆφθαι τῆς νεὼς ἡδίω γραφῆς ξὺν οὐρίῳ τῷ κόλπῳ, δραμεῖν δὲ τὴν ναῦν οὐχ ὑποζυγίων ἀγόντων, ἀλλ᾽ ὑπογείοις μηχαναῖς ἐπολισθάνουσαν, ἐκ Κεραμεικοῦ δὲ ἄρασαν χιλίᾳ κώπῃ ἀφεῖναι ἐπὶ τὸ Ἐλευσίνιον καὶ περιβαλοῦσαν αὐτὸ παραμεῖψαι τὸ Πελασγικὸν κομιζομένην τε παρὰ τὸ Πύθιον ἐλθεῖν, οἷ νῦν ὥρμισται. τὸ δὲ ἐπὶ θάτερα τοῦ σταδίου νεὼς ἐπέχει Τύχης καὶ ἄγαλμα ἐλεφάντινον ὡς κυβερνώσης πάντα. μετεκόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπέα, ὃν αὐτοὶ ἀπέκτειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα. ἀνέθηκε δὲ Ἡρώδης Ἀθηναίοις καὶ τὸ ἐπὶ Ῥηγίλλῃ θέατρον κέδρου ξυνθεὶς τὸν ὄροφον, δὲ ὕλη καὶ ἐν ἀγαλματοποιίαις σπουδαία: δύο μὲν δὴ ταῦτα Ἀθήνησιν, οὐχ ἑτέρωθι τῆς ὑπὸ Ῥωμαίοις, ἀξιούσθω δὲ λόγου καὶ τὸ ὑπωρόφιον θέατρον, ἐδείματο Κορινθίοις, παρὰ πολὺ μὲν τοῦ Ἀθήνησιν, ἐν ὀλίγοις δὲ τῶν παρ᾽ ἄλλοις ἐπαινουμένων, καὶ τὰ Ἰσθμοῖ ἀγάλματα τε τοῦ Ἰσθμίου κολοσσὸς καὶ τῆς Ἀμφιτρίτης καὶ τὰ ἄλλα, ὧν τὸ ἱερὸν ἐνέπλησεν, οὐδὲ τὸν τοῦ Μελικέρτου παρελθὼν δελφῖνα. ἀνέθηκε δὲ καὶ τῷ Πυθίῳ τὸ Πυθοῖ στάδιον καὶ τῷ Διὶ τὸ ἐν τῇ Ὀλυμπίᾳ ὕδωρ, Θετταλοῖς τε καὶ τοῖς περὶ Μηλιακὸν κόλπον Ἕλλησι τὰς ἐν Θερμοπύλαις κολυμβήθρας τοῖς νοσοῦσι παιωνίους. ᾤκισε δὲ καὶ [p. 60] τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικὸν ὑποδεδωκὸς ἤδη καὶ τὸ ἐν τῇ Ἰταλίᾳ Κανύσιον ἡμερώσας ὕδατι μάλα τούτου δεόμενον, ὤνησε δὲ καὶ τὰς ἐν Εὐβοίᾳ καὶ Πελοποννήσῳ καὶ Βοιωτίᾳ πόλεις ἄλλο ἄλλην.


καὶ τοσοῦτος ὢν ἐν μεγαλουργίᾳ μέγα οὐδὲν εἰργάσθαι ᾤετο, ἐπεὶ μὴ τὸν Ἰσθμὸν ἔτεμεν, λαμπρὸν ἡγούμενος ἤπειρον ἀποτεμεῖν καὶ πελάγη ξυνάψαι διττὰ καὶ ῾ἐσ᾽ περίπλουν σταδίων ἓξ καὶ εἴκοσι θαλάττης ξυνελεῖν μήκη. καὶ τούτου ἤρα μέν, οὐκ ἐθάρρει δὲ αὐτὸ αἰτεῖν ἐκ βασιλέως, ὡς μὴ διαβληθείη διανοίας δοκῶν ἅπτεσθαι, μηδὲ Νέρων ἤρκεσεν. ἐξελάλησε δὲ αὐτὸ ὧδε: ὡς γὰρ ἐγὼ Κτησιδήμου τοῦ Ἀθηναίου ἤκουον, ἤλαυνε μὲν τὴν ἐπὶ Κορίνθου Ἡρώδης ξυγκαθημένου τοῦ Κτησιδήμου, γενόμενος δὲ κατὰ τὸν ἸσθμὸνΠόσειδον,’ εἶπενβούλομαι μέν, ξυγχωρήσει δὲ οὐδείς.’ θαυμάσας οὖν Κτησίδημος τὸ εἰρημένον ἤρετο αὐτὸν τὴν αἰτίαν τοῦ λόγου. καὶ Ἡρώδηςἐγὼἔφηπολὺν χρόνον ἀγωνίζομαι σημεῖον ὑπολείπεσθαι τοῖς μετ᾽ ἐμὲ ἀνθρώποις διανοίας δηλούσης ἄνδρα καὶ οὔπω δοκῶ μοι τῆς δόξης ταύτης τυγχάνειν.’ μὲν δὴ Κτησίδημος ἐπαίνους διῄει τῶν τε λόγων αὐτοῦ καὶ τῶν ἔργων ὡς οὐκ ἐχόντων ὑπερβολὴν ἑτέρῳ, δὲ Ἡρώδηςφθαρτὰἔφηλέγεις ταῦτα, καὶ γάρ ἐστι χρόνῳ ἁλωτά, καὶ τοὺς λόγους ἡμῶν τοιχωρυχοῦσιν ἕτεροι μὲν τὸ μεμφόμενος, δὲ τό, δὲ τοῦ Ἰσθμοῦ τομὴ ἔργον ἀθάνατον καὶ ἀπιστούμενον τῇ φύσει, δοκεῖ γάρ μοι τὸ ῥῆξαι τὸν Ἰσθμὸν Ποσειδῶνος δεῖσθαι ἀνδρός.’


ὃν ῾δ̓ ἐκάλουν οἱ πολλοὶ Ἡρώδου Ἡρακλέα, νεανίας οὗτος ἦν ἐν ὑπήνῃ πρῴτῃ Κελτῷ μεγάλῳ ἴσος καὶ ἐς ὀκτὼ πόδας τὸ μέγεθος. διαγράφει δὲ αὐτὸν Ἡρώδης ἐν μιᾷ τῶν πρὸς τὸν Ἰουλιανὸν [p. 61] ἐπιστολῶν, κομᾶν τε ξυμμέτρως καὶ τῶν ὀφρύων λασίως ἔχειν, ἃς καὶ ξυμβάλλειν ἀλλήλαις οἷον μίαν, χαροπήν τε ἀκτῖνα ἐκ τῶν ὀμμάτων ἐκδίδοσθαι παρεχομένην τι ὁρμῆς ἦθος καὶ γρυπὸν εἶναι καὶ εὐτραφῶς ἔχοντα τοῦ αὐχένος, τουτὶ δὲ ἐκ πόνων ἥκειν αὐτῷ μᾶλλον σίτου. εἶναι δὲ αὐτῷ καὶ στέρνα εὐπαγῆ καὶ ξὺν ὥρᾳ κατεσκληκότα, καὶ κνήμην μικρὸν ἐς τὰ ἔξω κυρτουμένην καὶ παρέχουσαν τῇ βάσει τὸ εὖ βεβηκέναι. ἐνῆφθαι δὲ αὐτὸν καὶ δορὰς λύκων, ῥαπτὸν ἔσθημα, ἄθλους τε ποιεῖσθαι τοὺς ἀγρίους τῶν συῶν καὶ τοὺς θῶας καὶ τοὺς λύκους καὶ τῶν ταύρων τοὺς ὑβρίζοντας, καὶ ὠτειλὰς δὲ δεικνύναι τούτων τῶν ἀγώνων. γενέσθαι δὲ τὸν Ἡρακλέα τοῦτον οἱ μὲν γηγενῆ φασιν ἐν τῷ Βοιωτίῳ δήμῳ, Ἡρώδης δὲ ἀκοῦσαι λέγοντός φησιν, ὡς μήτηρ μὲν αὐτῷ γένοιτο γυνὴ βουκόλος οὕτω τι ἐπερρωμένη, ὡς βουκολεῖν, πατὴρ δὲ Μαραθών, οὗ τὸ ἐν Μαραθῶνι ἄγαλμα, ἔστι δὲ ἥρως γεωργός. ἤρετό τε τὸν Ἡρακλέα τοῦτον Ἡρώδης, εἰ καὶ ἀθάνατος εἴη, δὲθνητοῦἔφημακροημερώτερος.’ ἤρετο αὐτὸν καὶ τι σιτοῖτο, δὲγαλακτοφαγῶἔφητὸν πλείω τοῦ χρόνου καί με βόσκουσιν αἶγές τε καὶ ποιμένες τῶν τε βοῶν καὶ τῶν ἵππων αἱ τοκάδες, ἐκδίδοται δέ τι καὶ θηλῆς ὄνων γάλα εὔποτόν τε καὶ κοῦφον, ἐπειδὰν δὲ ἀλφίτοις προσβάλλω, δέκα σιτοῦμαι χοίνικας, καὶ ξυμφέρουσί μοι τὸν ἔρανον τοῦτον γεωργοὶ Μαραθώνιοί τε καὶ Βοιώτιοι, οἵ με καὶ Ἀγαθίωνα ἐπονομάζουσιν, ἐπειδὴ καὶ εὐξύμβολος αὐτοῖς φαίνομαι.’ ‘τὴν δὲ δὴ γλῶττανἔφη Ἡρώδηςπῶς ἐπαιδεύθης καὶ ὑπὸ τίνων; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.’ καὶ Ἀγαθίων μεσογείαἔφητῆς Ἀττικῆς ἀγαθὸν διδασκαλεῖον [p. 62] ἀνδρὶ βουλομένῳ διαλέγεσθαι, οἱ μὲν γὰρ ἐν τῷ ἄστει Ἀθηναῖοι μισθοῦ δεχόμενοι Θρᾴκια καὶ Ποντικὰ μειράκια καὶ ἐξ ἄλλων ἐθνῶν βαρβάρων ξυνερρυηκότα παραφθείρονται παρ᾽ αὐτῶν τὴν φωνὴν μᾶλλον ξυμβάλλονταί τι αὐτοῖς ἐς εὐγλωττίαν, μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα ὑγιαίνει αὐτοῖς φωνὴ καὶ γλῶττα τὴν ἄκραν Ἀτθίδα ἀποψάλλει.’ ‘πανηγύρει δὲ δ᾽ Ἡρώδηςπαρέτυχες’; καὶ Ἀγαθίωντῇ γε Πυθοῖἔφηοὐκ ἐπιμιγνὺς τῷ ὁμίλῳ, ἀλλ᾽ ἐκ περιωπῆς τοῦ Παρνασοῦ ἀκούων τῶν τῆς μουσικῆς ἀγωνιστῶν, ὅτε Παμμένης ἐπὶ τραγῳδίᾳ ἐθαυμάσθη, καί μοι ἔδοξαν οἱ σοφοὶ Ἕλληνες οὐ χρηστὸν πρᾶγμα ἐργάζεσθαι τὰ τῶν Πελοπιδῶν καὶ τὰ τῶν Λαβδακιδῶν κακὰ ξὺν ἡδονῇ ἀκούοντες, ξύμβουλοι γὰρ σχετλίων ἔργων μῦθοι μὴ ἀπιστούμενοι.’ φιλοσοφοῦντα δὲ αὐτὸν ἰδὼν Ἡρώδης ἤρετο καὶ περὶ τῆς γυμνικῆς ἀγωνίας ὅπως γιγνώσκοι, καὶ ὃςἐκείνωνἔφηκαταγελῶ μᾶλλον ὁρῶν τοὺς ἀνθρώπους διαγωνιζομένους ἀλλήλοις παγκράτιον καὶ πυγμὴν καὶ δρόμον καὶ πάλην καὶ στεφανουμένους ὑπὲρ τούτου: στεφανούσθω δὲ μὲν δρομικὸς ἀθλητὴς ἔλαφον παρελθὼν ἵππον, δὲ τὰ βαρύτερα ἀσκῶν ταύρῳ συμπλακεὶς ἄρκτῳ, ἐγὼ ὁσημέραι πράττω μέγαν ἆθλον ἀφῃρημένης μοι τῆς τύχης, ἐπεὶ μηκέτι βόσκει λέοντας Ἀκαρνανία.’ ἀγασθεὶς οὖν Ἡρώδης ἐδεῖτο αὐτοῦ ξυσσιτῆσαί οἱ. καὶ Ἀγαθίωναὔριονἔφηἀφίξομαί σοι κατὰ μεσημβρίαν ἐς τὸ τοῦ Κανώβου ἱερόν, ἔστω δέ σοι κρατὴρ μέγιστος τῶν ἐν τῷ ἱερῷ γάλακτος πλέως, μὴ γυνὴ ἤμελξεν.’ καὶ ἀφίκετο μὲν ἐς τὴν ὑστεραίαν καθ᾽ ὃν ὡμολόγησε καιρόν, τὴν δὲ ῥῖνα ἐρείσας ἐς τὸν κρατῆραοὐ καθαρὸνἔφητὸ γάλα, [p. 63] προσβάλλει γάρ με χεὶρ γυναικός.’ καὶ εἰπὼν ταῦτα ἀπῆλθε μὴ ἐπισπασάμενος τοῦ γάλακτος. ἐπιστήσας οὖν Ἡρώδης τῷ περὶ τῆς γυναικὸς λόγῳ ἔπεμψεν ἐς τὰ ἐπαύλια τοὺς ἐπισκεψομένους τἀληθές, καὶ μαθὼν αὐτὸ οὕτως ἔχον ξυνῆκεν, ὡς δαιμονία φύσις εἴη περὶ τὸν ἄνδρα.


οἱ δὲ ποιούμενοι κατηγορίαν τῶν Ἡρώδου χειρῶν ὡς ἐπενεχθεισῶν Ἀντωνίνῳ ἐν τῇ Ἴδῃ τῷ ὄρει κατὰ χρόνους, οὓς μὲν τῶν ἐλευθέρων πόλεων, δὲ πασῶν τῶν κατὰ τὴν Ἀσίαν ἦρχον, ἠγνοηκέναι μοι δοκοῦσι τὸν Δημοστράτου πρὸς τὸν Ἡρώδην ἀγῶνα, ἐν πλεῖστα διαβάλλων αὐτὸν οὐδαμοῦ τῆς παροινίας ταύτης ἐπεμνήσθη, ἐπεὶ μηδὲ ἐγένετο. ὠθισμὸς μὲν γάρ τις αὐτοῖς ξυνέπεσεν, ὡς ἐν δυσχωρίᾳ καὶ στενοῖς, αἱ δὲ χεῖρες οὐδὲν παρηνόμησαν, ὥστε οὐκ ἂν παρῆκεν Δημόστρατος διελθεῖν αὐτὰ ἐν τῇ πρὸς τὸν Ἡρώδην δίκῃ πικρῶς οὕτω καθαψάμενος τοῦ ἀνδρός, ὡς διαβάλλειν αὐτοῦ καὶ τὰ ἐπαινούμενα. ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα: κύειν μὲν αὐτῷ τὴν γυναῖκα Ῥήγιλλαν ὄγδοόν που μῆνα, τὸν δὲ Ἡρώδην οὐχ ὑπὲρ μεγάλων Ἀλκιμέδοντι ἀπελευθέρῳ προστάξαι τυπτῆσαι αὐτήν, πληγεῖσαν δὲ ἐς τὴν γαστέρα τὴν γυναῖκα ἀποθανεῖν ἐν ὠμῷ τῷ τόκῳ. ἐπὶ τούτοις ὡς ἀληθέσι γράφεται αὐτὸν φόνου Βραδούας τῆς Ῥηγίλλης ἀδελφὸς εὐδοκιμώτατος ὢν ἐν ὑπάτοις καὶ τὸ ξύμβολον τῆς εὐγενείας περιηρτημένος τῷ ὑποδήματι, τοῦτο δέ ἐστιν ἐπισφύριον ἐλεφάντινον μηνοειδές, καὶ παρελθὼν ἐς τὸ Ῥωμαίων βουλευτήριον πιθανὸν μὲν οὐδὲν διῄει περὶ τῆς αἰτίας, ἣν ἐπῆγεν, ἑαυτοῦ δὲ ἔπαινον ἐμακρηγόρει περὶ τοῦ γένους, ὅθεν ἐπισκώπτων [p. 64] αὐτὸν Ἡρώδηςσὺἔφητὴν εὐγένειαν ἐν τοῖς ἀστραγάλοις ἔχεις.’ μεγαλαυχουμένου δὲ τοῦ κατηγόρου καὶ ἐπ᾽ εὐεργεσίᾳ μιᾶς τῶν ἐν Ἰταλίᾳ πόλεων μάλα γενναίως Ἡρώδηςκἀγὼἔφηπολλὰ τοιαῦτα περὶ ἐμαυτοῦ διῄειν ἄν, εἰ ἐν ἁπάσῃ τῇ γῇ ἐκρινόμην.’ ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ μηδὲν προστάξαι τοιοῦτον ἐπὶ τὴν Ῥήγιλλαν, ἔπειτα τὸ ὑπερπενθῆσαι ἀποθανοῦσαν: διεβάλλετο μὲν γὰρ καὶ ταῦτα ὡς πλάσμα, ἀλλ᾽ ὅμως τἀληθὲς ἴσχυεν, οὐ γάρ ποτε οὔτ᾽ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ᾽ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ᾽ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ᾽ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ξυγγνώμονας. δὲ καὶ τὸ σχῆμα τῆς οἰκίας ἐπ᾽ αὐτῇ ὑπήλλαξε μελαίνων τὰ τῶν οἴκων ἄνθη παραπετάσμασι καὶ χρώμασι καὶ λίθῳ Λεσβίῳκατηφὴς δὲ λίθος καὶ μέλαςὑπὲρ ὧν λέγεται καὶ Λούκιος ἀνὴρ σοφὸς ἐς ξυμβουλίαν τῷ Ἡρώδῃ καθιστάμενος, ὡς οὐκ ἔπειθε μεταβαλεῖν αὐτὸν διασκῶψαι. ἄξιον δὲ μηδὲ τοῦτο παρελθεῖν λόγου παρὰ τοῖς σπουδαίοις ἀξιούμενον:


ἦν μὲν γὰρ ἐν τοῖς φανεροῖς σπουδαῖος ἀνὴρ οὗτος, Μουσωνίῳ δὲ τῷ Τυρίῳ προσφιλοσοφήσας εὐσκόπως εἶχε τῶν ἀποκρίσεων καὶ τὸ ἐπίχαρι σὺν καιρῷ ἐπετήδευεν, ἐπιτηδειότατος δὲ ὢν τῷ Ἡρώδῃ παρῆν αὐτῷ πονήρως διατιθεμένῳ τὸ πένθος καὶ ἐνουθέτει τοιαῦτα λέγων: ‘ Ἡρώδη, πᾶν τὸ ἀποχρῶν μεσότητι ὥρισται, καὶ ὑπὲρ τούτου πολλὰ μὲν ἤκουσα Μουσωνίου διαλεγομένου, πολλὰ δὲ αὐτὸς διείλεγμαι, καὶ σοῦ δὲ ἠκροώμην ἐν Ὀλυμπίᾳ ἐπαινοῦντος [p. 65] αὐτὸ πρὸς τοὺς Ἕλληνας, ὅτε δὴ καὶ τοὺς ποταμοὺς ἐκέλευες μέσους τῆς ὄχθης ῥεῖν. ἀλλὰ μὴν νῦν ποῦ ταῦτα; σεαυτοῦ γὰρ ἐκπεσὼν ἄξια τοῦ πενθεῖσθαι πράττεις περὶ τῇ δόξῃ κινδυνεύωνκαὶ πλείω ἕτερα. ὡς δὲ οὐκ ἔπειθεν, ἀπῄει δυσχεράνας. ἰδὼν δὲ παῖδας ἐν κρήνῃ τινὶ τῶν κατὰ τὴν οἰκίαν ῥαφανῖδας πλύνοντας ἤρετο αὐτούς, ὅτου εἴη τὸ δεῖπνον, οἱ δὲ ἔφασαν Ἡρώδῃ εὐτρεπίζειν αὐτὸ. καὶ ΛούκιοςἀδικεῖἔφηῬήγιλλαν Ἡρώδης λευκὰς ῥαφανῖδας σιτούμενος ἐν μελαίνῃ οἰκίᾳ.’ ταῦτα ὡς ἤκουσεν ἐσαγγελθέντα Ἡρώδης ἀφεῖλε τὴν ἀχλὺν τῆς οἰκίας, ὡς μὴ ἄθυρμα γένοιτο ἀνδρῶν σπουδαίων. Λουκίου τούτου κἀκεῖνο θαυμάσιον: ἐσπούδαζε μὲν αὐτοκράτωρ Μάρκος περὶ Σέξτον τὸν ἐκ Βοιωτίας φιλόσοφον, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας, ἄρτι δὲ ἥκων ἐς τὴν Ῥώμην Λούκιος ἤρετο τὸν αὐτοκράτορα προιόντα, ποῖ βαδίζοι καὶ ἐφ᾽ τι, καὶ Μάρκοςκαλὸνἔφηκαὶ γηράσκοντι τὸ μανθάνειν: εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος, οὔπω οἶδα.’ καὶ Λούκιος ἐξάρας τὴν χεῖρα ἐς τὸν οὐρανὸν Ζεῦ,’ ἔφη Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐξαψάμενος ἐς διδασκάλου φοιτᾷ, δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν.’ ἀπόχρη καὶ τὰ εἰρημένα δεῖξαι τὴν ἰδέαν, ἣν ἐφιλοσόφει Λούκιος, ἱκανὰ γάρ που ταῦτα δηλῶδαι τὸν ἄνδρα, καθάπερ τὸν ἀνθοσμίαν τὸ γεῦμα.


τὸ μὲν δὴ ἐπὶ Ῥηγίλλῃ πένθος ὧδε ἐσβέσθη, τὸ δὲ ἐπὶ Παναθηναίδι τῇ θυγατρὶ Ἀθηναῖοι ἐπράυναν ἐν ἄστει τε αὐτὴν θάψαντες καὶ ψηφισάμενοι τὴν ἡμέραν, ἐφ᾽ ἧς ἀπέθανεν, ἐξαιρεῖν τοῦ ἔτους. ἀποθανούσης δὲ αὐτῷ καὶ τῆς ἄλλης θυγατρός, ἣν [p. 66] Ἐλπινίκην ὠνόμαζεν, ἔκειτο μὲν ἐν τῷ δαπέδῳ τὴν γῆν παίων καὶ βοῶντί σοι, θύγατερ, καθαγίσω; τί σοι ξυνθάψω;’ παρατυχὼν δὲ αὐτῷ Σέξτος φιλόσοφοςμεγάλαἔφητῇ θυγατρὶ δώσεις ἐγκρατῶς αὐτὴν πενθήσας.’ ἐπένθει δὲ ταῖς ὑπερβολαῖς ταύταις τὰς θυγατέρας, ἐπειδὴ Ἀττικὸν τὸν υἱὸν ἐν ὀργῇ εἶχεν. διεβέβλητο δὲ πρὸς αὐτὸν ὡς ἠλιθιώδη καὶ δυσγράμματον καὶ παχὺν τὴν μνήμην: τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος ἦλθεν ἐς ἐπίνοιαν τῷ Ἡρώδῃ ξυντρέφειν αὐτῷ τέτταρας παῖδας καὶ εἴκοσιν ἰσήλικας ὠνομασμένους ἀπὸ τῶν γραμμάτων, ἵνα ἐν τοῖς τῶν παίδων ὀνόμασι τὰ γράμματα ἐξ ἀνάγκης αὐτῷ μελετῷτο. ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα, ὅθεν ζῶν μὲν ἐπεχρησμῴδει τῇ ἑαυτοῦ οὐσίᾳ ἐκεῖνο τὸ ἔπος:

εἷς δ᾽ ἔτι που μωρὸς καταλείπεται εὐρέι οἴκῳ,
τελευτῶν δὲ τὰ μὲν μητρῷα αὐτῷ ἀπέδωκεν, ἐς ἑτέρους δὲ κληρονόμους τὸν ἑαυτοῦ οἶκον μετέστησεν. ἀλλ᾽ Ἀθηναίοις ἀπάνθρωπα ἐδόκει ταῦτα οὐκ ἐνθυμουμένοις τὸν Ἀχιλλέα καὶ τὸν Πολυδεύκην καὶ τὸν Μέμνονα, οὓς ἴσα γνησίοις ἐπένθησε τροφίμους ὄντας, ἐπειδὴ καλοὶ μάλιστα καὶ ἀγαθοὶ ἦσαν γενναῖοί τε καὶ φιλομαθεῖς καὶ τῇ παρ᾽ αὐτῷ τροφῇ πρέποντες. εἰκόνας γοῦν ἀνετίθει σφῶν θηρώντων καὶ τεθηρακότων καὶ θηρασόντων τὰς μὲν ἐν δρυμοῖς, τὰς δὲ ἐπ᾽ ἀγροῖς, τὰς δὲ πρὸς πηγαῖς, τὰς δὲ ὑπὸ σκιαῖς πλατάνων, οὐκ ἀφανῶς, ἀλλὰ ξὺν ἀραῖς τοῦ περικόψοντος κινήσοντος, οὓς οὐκ ἂν ἐπὶ τοσοῦτον ἦρεν, εἰ μὴ ἐπαίνων ἀξίους ἐγίγνωσκεν. Κυντιλίων δέ, ὁπότε ἦρχον τῆς Ἑλλάδος, αἰτιωμένων αὐτὸν ἐπὶ ταῖς τῶν μειρακίων τούτων εἰκόσιν ὡς [p. 67] περιτταῖςτί δὲ ὑμῖνἔφηδιενήνοχεν, εἰ ἐγὼ τοῖς ἐμοῖς ἐμπαίζω λιθαρίοις;’


ἦρξε δὲ αὐτῷ τῆς πρὸς τοὺς Κυντιλίους διαφορᾶς, ὡς μὲν οἱ πολλοί φασι, Πυθικὴ πανήγυρις, ἐπειδὴ ἑτεροδόξως τῆς μουσικῆς ἠκροῶντο, ὡς δὲ ἔνιοι, τὰ παισθέντα περὶ αὐτῶν Ἡρώδῃ πρὸς Μάρκον: ὁρῶν γὰρ αὐτοὺς Τρῶας μέν, μεγάλων δὲ ἀξιουμένους παρὰ τοῦ βασιλέωςἐγὼἔφηκαὶ τὸν Δία μέμφομαι τὸν Ὁμηρικόν, ὅτι τοὺς Τρῶας φιλεῖ.’ δὲ ἀληθεστέρα αἰτία ἥδε: τὼ ἄνδρε τούτω, ὁπότε ἄμφω τῆς Ἑλλάδος ἠρχέτην, καλέσαντες ἐς τὴν ἐκκλησίαν Ἀθηναῖοι φωνὰς ἀφῆκαν τυραννουμένων πρὸς τὸν Ἡρώδην ἀποσημαίνοντες καὶ δεόμενοι ἐπὶ πᾶσιν ἐς τὰ βασίλεια ὦτα παραπεμφθῆναι τὰ εἰρημένα. τῶν δὲ Κυντιλίων παθόντων τι πρὸς τὸν δῆμον καὶ ξὺν ὁρμῇ ἀναπεμψάντων ἤκουσαν, ἐπιβουλεύεσθαι παρ᾽ αὐτῶν Ἡρώδης ἔφασκεν ὡς ἀναθολούντων ἐπ᾽ αὐτὸν τοὺς Ἀθηναίους. μετ᾽ ἐκείνην γὰρ τὴν ἐκκλησίαν Δημόστρατοι ἀνέφυσαν καὶ Πραξαγόραι καὶ Μαμερτῖνοι καὶ ἕτεροι πλείους ἐς τὸ ἀντίξοον τῷ Ἡρώδῃ πολιτεύοντες. γραψάμενος δὲ αὐτοὺς Ἡρώδης ὡς ἐπισυνιστάντας αὐτῷ τὸν δῆμον ἦγεν ἐπὶ τὴν ἡγεμονίαν, οἱ δὲ ὑπεξῆλθον ἀφανῶς παρὰ τὸν αὐτοκράτορα Μάρκον, θαρροῦντες τῇ τε φύσει τοῦ βασιλέως δημοτικωτέρᾳ οὔσῃ καὶ τῷ καιρῷ: ὧν γὰρ ὑπώπτευσε Λούκιον κοινωνὸν αὐτῷ τῆς ἀρχῆς γενόμενον, οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ. μὲν δὴ αὐτοκράτωρ ἐκάθητο ἐς τὰ Παιόνια ἔθνη ὁρμητηρίῳ τῷ Σιρμίῳ χρώμενος, κατέλυον δὲ οἱ μὲν ἀμφὶ τὸν Δημόστρατον περὶ τὰ βασίλεια, παρέχοντος αὐτοῖς ἀγορὰν τοῦ Μάρκου καὶ θαμὰ ἐρωτῶντος, εἴ του δέοιντο. [p. 68] φιλανθρώπως δὲ πρὸς αὐτοὺς ἔχειν αὐτός τε ἑαυτὸν ἐπεπείκει καὶ τῇ γυναικὶ ἐπέπειστο καὶ τῷ θυγατρίῳ ψελλιζομένῳ ἔτι, τοῦτο γὰρ μάλιστα ξὺν πολλοῖς θωπεύμασι περιπῖπτον τοῖς γόνασι τοῦ πατρὸς ἐδεῖτο σῶσαί οἱ τοὺς Ἀθηναίους. δὲ Ἡρώδης ἐν προαστείῳ ἐσκήνου, ἐν πύργοι ἐξῳκοδόμηντο καὶ ἡμιπύργια, καὶ δὴ ξυναπεδήμουν αὐτῷ καὶ δίδυμοι κόραι πρὸς ἀκμῇ γάμων θαυμαζόμεναι ἐπὶ τῷ εἴδει, ἃς ἐκνηπιώσας Ἡρώδης οἰνοχόους ἑαυτῷ καὶ ὀψοποιοὺς ἐπεποίητο θυγάτρια ἐπονομάζων καὶ ὧδε ἀσπαζόμενοςἈλκιμέδοντος μὲν δὴ αὗται θυγατέρες, δὲ Ἀλκιμέδων ἀπελεύθερος τοῦ Ἡρώδουκαθευδούσας δὲ αὐτὰς ἐν ἑνὶ τῶν πύργων, ὃς ἦν ἐχυρώτατος, σκηπτὸς ἐνεχθεὶς νύκτωρ ἀπέκτεινεν. ὑπὸ τούτου δὴ τοῦ πάθους ἔκφρων Ἡρώδης ἐγένετο καὶ παρῆλθεν ἐς τὸ βασίλειον δικαστήριον οὔτε ἔννους καὶ θανάτου ἐρῶν. παρελθὼν γὰρ καθίστατο ἐς διαβολὰς τοῦ αὐτοκράτορος οὐδὲ σχηματίσας τὸν λόγον, ὡς εἰκὸς ἦν ἄνδρα γεγυμνασμένον τῆς τοιᾶσδε ἰδέας μεταχειρίσασθαι τὴν ἑαυτοῦ χολήν, ἀλλ᾽ ἀπηγκωνισμένῃ τῇ γλώττῃ καὶ γυμνῇ διετείνετο λέγωνταῦτά μοι Λουκίου ξενία, ὃν σύ μοι ἔπεμψας: ὅθεν δικάζεις, γυναικί με καὶ τριετεῖ παιδίῳ καταχαριζόμενος.’ Βασσαίου δὲ τοῦ πεπιστευμένου τὸ ξίφος θάνατον αὐτῷ φήσαντος Ἡρώδης λῷστε’, ἔφηγέρων ὀλίγα φοβεῖται.’ μὲν οὖν Ἡρώδης ἀπῆλθε τοῦ δικαστηρίου εἰπὼν ταῦτα καὶ μετέωρον καταλείψας πολὺ τοῦ ὕδατος, ἡμεῖς δὲ τῶν ἐπιδήλως τῷ Μάρκῳ φιλοσοφηθέντων καὶ τὰ περὶ τὴν δίκην ταύτην ἡγώμεθα: οὐ γὰρ ξυνήγαγε τὰς ὀφρῦς, οὐδὲ ἔτρεψε τὸ ὄμμα, κἂν διαιτητής τις ἔπαθεν, ἀλλ᾽ ἐπιστρέψας ἑαυτὸν ἐς [p. 69] τοὺς Ἀθηναίουςἀπολογεῖσθε’, ἔφη, ‘ Ἀθηναῖοι, εἰ καὶ μὴ ξυγχωρεῖ Ἡρώδης.’ καὶ ἀκούων ἀπολογουμένων ἐπὶ πολλοῖς μὲν ἀφανῶς ἤλγησεν, ἀναγιγνωσκομένης δὲ αὐτῷ καὶ Ἀθηναίων ἐκκλησίας, ἐν ἐφαίνοντο καθαπτόμενοι τοῦ Ἡρώδου, ὡς τοὺς ἄρχοντας τῆς Ἑλλάδος ὑποποιουμένου πολλῷ τῷ μέλιτι καί που καὶ βεβοηκότες πικροῦ μέλιτοςκαὶ πάλινμακάριοι οἱ ἐν τῷ λοιμῷ ἀποθνήσκοντεςοὕτως ἐσείσθη τὴν καρδίαν ὑφ᾽ ὧν ἤκουσεν, ὡς ἐς δάκρυα φανερὰ ὑπαχθῆναι. τῆς δὲ τῶν Ἀθηναίων ἀπολογίας ἐχούσης κατηγορίαν τοῦ τε Ἡρώδου καὶ τῶν ἀπελευθέρων τὴν ὀργὴν Μάρκος ἐς τοὺς ἀπελευθέρους ἔτρεψε κολάσει χρησάμενος ὡς οἷόν τε ἐπιεικεῖ, οὕτω γὰρ αὐτὸς χαρακτηρίζει τὴν ἑαυτοῦ κρίσιν, μόνῳ δὲ Ἀλκιμέδοντι τὴν τιμωρίαν ἐπανῆκεν ἀποχρῶσαν εἶναί οἱ φήσας τὴν ἐπὶ τοῖς τέκνοις συμφοράν. ταῦτα μὲν δὴ ὧδε ἐφιλοσοφεῖτο τῷ Μάρκῳ.


ἐπιγράφουσι δὲ ἔνιοι καὶ φυγὴν οὐ φυγόντι καί φασιν αὐτὸν οἰκῆσαι τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικόν, καὶ πολίσαι αὐτόν, ὡς εἴη δίαιτα ἐπιτηδεία τῷ σώματι. δὲ Ἡρώδης ᾤκησε μὲν τὸ χωρίον τοῦτο νοσήσας ἐν αὐτῷ καὶ θύσας ἐκβατήρια τῆς νόσου, φυγεῖν δὲ οὔτε προσετάχθη οὔτε ἔτλη. καὶ μάρτυρα τοῦ λόγου τούτου ποιήσομαι τὸν θεσπέσιον Μάρκον: μετὰ γὰρ τὰ ἐν τῇ Παιονίᾳ διῃτᾶτο μὲν Ἡρώδης ἐν τῇ Ἀττικῇ περὶ τοὺς φιλτάτους ἑαυτῷ δήμους Μαραθῶνα καὶ Κηφισίαν ἐξηρτημένης αὐτοῦ τῆς πανταχόθεν νεότητος, οἳ κατ᾽ ἔρωτα τῶν ἐκείνου λόγων ἐφοίτων Ἀθήναζε, πεῖραν δὲ ποιούμενος, μὴ χαλεπὸς αὐτῷ εἴη διὰ τὰ ἐν τῷ δικαστηρίῳ πέμπει πρὸς αὐτὸν ἐπιστολὴν οὐκ ἀπολογίαν ἔχουσαν, ἀλλ᾽ [p. 70] ἔγκλημα, θαυμάζειν γὰρ ἔφη, τοῦ χάριν οὐκέτι αὐτῷ ἐπιστέλλοι καίτοι τὸν πρὸ τοῦ χρόνον θαμὰ οὕτω γράφων, ὡς καὶ τρεῖς γραμματοφόρους ἀφικέσθαι ποτὲ παρ᾽ αὐτὸν ἐν ἡμέρᾳ μιᾷ κατὰ πόδας ἀλλήλων. καὶ αὐτοκράτωρ διὰ πλειόνων μὲν καὶ ὑπὲρ πλειόνων, θαυμάσιον δὲ ἦθος ἐγκαταμίξας τοῖς γράμμασιν ἐπέστειλε πρὸς τὸν Ἡρώδην, ὧν ἐγὼ τὰ ξυντείνοντα ἐς τὸν παρόντα μοι λόγον ἐξελὼν τῆς ἐπιστολῆς δηλώσω: τὸ μὲν δὴ προοίμιον τῶν ἐπεσταλμένωνχαῖρέ μοι, φίλε Ἡρώδη.’ διαλεχθεὶς δὲ ὑπὲρ τῶν τοῦ πολέμου χειμαδίων, ἐν οἷς ἦν τότε, καὶ τὴν γυναῖκα ὀλοφυράμενος ἄρτι αὐτῷ τεθνεῶσαν εἰπών τέ τι καὶ περὶ τῆς τοῦ σώματος ἀσθενείας ἐφεξῆς γράφεισοὶ δὲ ὑγιαίνειν τε εὔχομαι καὶ περὶ ἐμοῦ ὡς εὔνου σοι διανοεῖσθαι, μηδὲ ἡγεῖσθαι ἀδικεῖσθαι, εἰ καταφωράσας τινὰς τῶν σῶν πλημμελοῦντας κολάσει ἐπ᾽ αὐτοὺς ἐχρησάμην ὡς οἷόν τε ἐπιεικεῖ. διὰ μὲν δὴ ταῦτα μή μοι ὀργίζου, εἰ δέ τι λελύπηκά σε λυπῶ, ἀπαίτησον παρ᾽ ἐμοῦ δίκας ἐν τῷ ἱερῷ τῆς ἐν ἄστει Ἀθηνᾶς ἐν μυστηρίοις. ηὐξάμην γάρ, ὁπότε πόλεμος μάλιστα ἐφλέγμαινε, καὶ μυηθῆναι, εἴη δὲ καὶ σοῦ μυσταγωγοῦντος.’ τοιάδε ἀπολογία τοῦ Μάρκου καὶ οὕτω φιλάνθρωπος καὶ ἐρρωμένη. τίς ἂν οὖν ποτε ὃν φυγῇ περιέβαλεν οὕτω προσεῖπεν τὸν ἄξιον οὕτω προσειρῆσθαι φεύγειν προσέταξεν;


ἔστι δέ τις λόγος, ὡς νεώτερα μὲν τὴν ἑῴαν ἐπιτροπεύων Κάσσιος ἐπὶ τὸν Μάρκον βουλεύοι, δὲ Ἡρώδης ἐπιπλήξειεν αὐτῷ δι᾽ ἐπιστολῆς ὧδε ξυγκειμένηςἩρώδης Κασσίῳ: ἐμάνης.’ τήνδε τὴν ἐπιστολὴν μὴ μόνον ἐπίπληξιν ἡγώμεθα, ἀλλὰ [p. 71] καὶ ῥώμην ἀνδρὸς ὑπὲρ τοῦ βασιλέως τιθεμένου τὰ τῆς γνώμης ὅπλα. δὲ λόγος, ὃν διῆλθε πρὸς τὸν Ἡρώδην Δημόστρατος, ἐν θαυμασίοις δοκεῖ. ἰδέα δὲ αὐτοῦ μὲν τοῦ ἤθους μία, τὸ γὰρ ἐμβριθὲς ἐκ προοιμίων ἐς τέλος διήκει τοῦ λόγου, αἱ δὲ τῆς ἑρμηνείας ἰδέαι πολλαὶ καὶ ἀνόμοιαι μὲν ἀλλήλαις, λόγου δὲ ἄξιαι. ἔστω που καὶ τὸ δι᾽ Ἡρώδην παρὰ τοῖς βασκάνοις εὐδοκιμεῖν τὸν λόγον, ἐπειδὴ ἀνὴρ τοιοῦτος ἐν αὐτῷ κακῶς ἤκουσεν. ἀλλ᾽ ὅπως γε καὶ πρὸς τὰς λοιδορίας ἔρρωτο, δηλώσει καὶ τὰ πρὸς τὸν κύνα Πρωτέα λεχθέντα ποτὲ ὑπ᾽ αὐτοῦ Ἀθήνησιν: ἦν μὲν γὰρ τῶν οὕτω θαρραλέως φιλοσοφούντων Πρωτεὺς οὗτος, ὡς καὶ ἐς πῦρ ἑαυτὸν ἐν Ὀλυμπίᾳ ῥῖψαι, ἐπηκολούθει δὲ τῷ Ἡρώδῃ κακῶς ἀγορεύων αὐτὸν ἡμιβαρβάρῳ γλώττῃ: ἐπιστραφεὶς οὖν Ἡρώδηςἔστω’, ἔφηκακῶς με ἀγορεύεις, πρὸς τί καὶ οὕτως’; ἐπικειμένου δὲ τοῦ Πρωτέως ταῖς λοιδορίαιςγεγηράκαμενἔφησὺ μὲν κακῶς με ἀγορεύων, ἐγὼ δὲ ἀκούωνἐνδεικνύμενος δήπου τὸ ἀκούειν μέν, καταγελᾶν δὲ ὑπὸ τοῦ πεπεῖσθαι τὰς ψευδεῖς λοιδορίας μὴ περαιτέρω ἀκοῆς ἥκειν.


ἑρμηνεύσω καὶ τὴν γλῶτταν τοῦ ἀνδρὸς ἐς χαρακτῆρα ἰὼν τοῦ λόγου: ὡς μὲν δὴ Πολέμωνα καὶ Φαβωρῖνον καὶ Σκοπελιανὸν ἐν διδασκάλοις ἑαυτοῦ ἦγε καὶ ὡς Σεκούνδῳ τῷ Ἀθηναίῳ ἐφοίτησεν, εἰρημένον μοι ἤδη, τοὺς δὲ κριτικοὺς τῶν λόγων Θεαγένει τε τῷ Κνιδίῳ καὶ Μουνατίῳ τῷ ἐκ Τραλλέων συνεγένετο καὶ Ταύρῳ τῷ Τυρίῳ ἐπὶ ταῖς Πλάτωνος δόξαις. δὲ ἁρμονία τοῦ λόγου ἱκανῶς κεκολασμένη καὶ δεινότης ὑφέρπουσα μᾶλλον ἐγκειμένη κρότος τε σὺν ἀφελείᾳ καὶ κριτιάζουσα [p. 72] ἠχὼ καὶ ἔννοιαι οἷαι μὴ ἑτέρῳ ἐνθυμηθῆναι κωμική τε εὐγλωττία οὐκ ἐπέσακτος, ἀλλ᾽ ἐκ τῶν πραγμάτων, καὶ ἡδὺς λόγος καὶ πολυσχήματος καὶ εὐσχήμων καὶ σοφῶς ἐξαλλάττων τὸ πνεῦμά τε οὐ σφοδρόν, ἀλλὰ λεῖον καὶ καθεστηκὸς καὶ ἐπίπαν ἰδέα τοῦ λόγου χρυσοῦ ψῆγμα ποταμῷ ἀργυροδίνῃ ὑπαυγάζον. προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῷ δὲ Κριτίᾳ καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον. βοώσης δὲ ἐπ᾽ αὐτῷ τῆς Ἑλλάδος καὶ καλούσης αὐτὸν ἕνα τῶν δέκα οὐχ ἡττήθη τοῦ ἐπαίνου μεγάλου δοκοῦντος, ἀλλ᾽ ἀστειότατα πρὸς τοὺς ἐπαινέσανταςἈνδοκίδου μὲνἔφηβελτίων εἰμί.’ εὐμαθέστατος δὲ ἀνθρώπων γενόμενος οὐδὲ τοῦ μοχθεῖν ἠμέλησεν, ἀλλὰ καὶ παρὰ πότον ἐσπούδαζε καὶ νύκτωρ ἐν τοῖς διαλείμμασι τῶν ὕπνων, ὅθεν ἐκάλουν αὐτὸν σιτευτὸν ῥήτορα οἱ ὀλίγωροί τε καὶ λεπτοί. ἄλλος μὲν οὖν ἄλλο ἀγαθὸς καὶ ἄλλος ἐν ἄλλῳ βελτίων ἑτέρου, μὲν γὰρ σχεδιάσαι θαυμάσιος, δὲ ἐκπονῆσαι λόγον, δὲ τὰ ξύμπαντα ἄριστα τῶν σοφιστῶν διέθετο καὶ τὸ παθητικὸν οὐκ ἐκ τῆς τραγῳδίας μόνον, ἀλλὰ κἀκ τῶν ἀνθρωπίνων συνελέξατο. ἐπιστολαὶ δὲ πλεῖσται Ἡρώδου καὶ διαλέξεις καὶ ἐφημερίδες ἐγχειρίδιά τε καὶ καίρια τὴν ἀρχαίαν πολυμάθειαν ἐν βραχεῖ ἀπηνθισμένα. οἱ δὲ προφέροντες αὐτῷ νέῳ ἔτι τὸ λόγου τινὸς ἐν Παιονίᾳ ἐκπεσεῖν ἐπὶ τοῦ αὐτοκράτορος ἠγνοηκέναι μοι δοκοῦσιν, ὅτι καὶ Δημοσθένης ἐπὶ Φιλίππου λέγων ταὐτὸν ἔπαθεν: κἀκεῖνος μὲν ἥκων Ἀθήναζε τιμὰς προσῄτει καὶ στεφάνους ἀπολωλυίας Ἀθηναίοις Ἀμφιπόλεως, Ἡρώδης δέ, ἐπεὶ τοῦτο ἔπαθεν, ἐπὶ τὸν Ἴστρον ἦλθεν ὡς ῥίψων ἑαυτὸν, τοσοῦτον γὰρ [p. 73] αὐτῷ περιῆν τοῦ ἐν λόγοις βούλεσθαι ὀνομαστῷ εἶναι, ὡς θανάτου τιμᾶσθαι τὸ σφαλῆναι.


ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ξυντακὴς γενόμενος. ἀποθανόντος δὲ αὐτοῦ ἐν τῷ Μαραθῶνι καὶ ἐπισκήψαντος τοῖς ἀπελευθέροις ἐκεῖ θάπτειν Ἀθηναῖοι ταῖς τῶν ἐφήβων χερσὶν ἁρπάσαντες ἐς ἄστυ ἤνεγκαν προαπαντῶντες τῷ λέχει πᾶσα ἡλικία δακρύοις ἅμα καὶ ἀνευφημοῦντες, ὅσα παῖδες χρηστοῦ πατρὸς χηρεύσαντες, καὶ ἔθαψαν ἐν τῷ Παναθηναικῷ ἐπιγράψαντες αὐτῷ βραχὺ καὶ πολὺ ἐπίγραμμα τόδε:

Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα
κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος.
τοσαῦτα περὶ Ἡρώδου τοῦ Ἀθηναίου, τὰ μὲν εἰρημένα, τὰ δὲ ἠγνοημένα ἑτέροις.


β


ἐπὶ τὸν σοφιστὴν Θεόδοτον καλεῖ με λόγος. Θεόδοτος μὲν προὔστη καὶ τοῦ Ἀθηναίων δήμου κατὰ χρόνους, οὓς προσέκρουον Ἡρώδῃ Ἀθηναῖοι, καὶ ἐς ἀπέχθειαν φανερὰν οὐδεμίαν τῷ ἀνδρὶ ἀφίκετο, ἀλλ᾽ ἀφανῶς αὐτὸν ὑπεκάθητο δεινὸς ὢν χρῆσθαι τοῖς πράγμασιν, καὶ γὰρ δὴ καὶ τῶν ἀγοραίων εἷς οὗτος: τοῖς γοῦν ἀμφὶ τὸν Δημόστρατον οὕτω ξυνεκέκρατο, ὡς καὶ ξυνάρασθαί σφισι τῶν λόγων, οὓς ἐξεπόνουν πρὸς τὸν Ἡρώδην. προὔστη δὲ καὶ τῆς Ἀθηναίων νεότητος πρῶτος ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις. καὶ οὐ τοῦτό πω λόγου ἄξιον, οὐδὲ γὰρ πάντες οἱ ἐπιβατεύοντες τοῦ θρόνου τούτου λόγου ἄξιοι, ἀλλ᾽ ὅτι τοὺς μὲν Πλατωνείους καὶ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου καὶ αὐτοῦ Ἐπικούρου προσέταξεν Μάρκος τῷ Ἡρώδῃ κρῖναι, τὸν δὲ ἄνδρα τοῦτον ἀπὸ τῆς περὶ αὐτὸν δόξης αὐτὸς ἐπέκρινε τοῖς νέοις ἀγωνιστὴν [p. 74] τῶν πολιτικῶν προσειπὼν λόγων καὶ ῥητορικῆς ὄφελος. ἀνὴρ οὗτος Λολλιανοῦ μὲν ἀκροατής, Ἡρώδου δὲ οὐκ ἀνήκοος. ἐβίω μὲν οὖν ὑπὲρ τὰ πεντήκοντα δυοῖν ἐτοῖν κατασχὼν τὸν θρόνον, τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν καὶ τοῖς δικανικοῖς καὶ τοῖς ὑπερσοφιστεύουσιν.


γ


ὀνομαστὸς ἐν σοφισταῖς καὶ Ἀριστοκλῆς ἐκ τοῦ Περγάμου, ὑπὲρ οὗ δηλώσω, ὁπόσα τῶν πρεσβυτέρων ἤκουον: ἐτέλει μὲν γὰρ ἐς ὑπάτους ἀνὴρ οὗτος, τὸν δὲ ἐκ παίδων ἐς ἥβην χρόνον τοὺς ἀπὸ τοῦ Περιπάτου φιλοσοφήσας λόγους ἐς τοὺς σοφιστὰς μετερρύη θαμίζων ἐν τῇ Ῥώμῃ τῷ Ἡρώδῃ διατιθεμένῳ σχεδίους λόγους. ὃν δὲ ἐφιλοσόφει χρόνον αὐχμηρὸς δοκῶν καὶ τραχὺς τὸ εἶδος καὶ δυσπινὴς τὴν ἐσθῆτα ἥβρυνε καὶ τὸν αὐχμὸν ἀπετρίψατο ἡδονάς τε, ὁπόσαι λυρῶν τε καὶ αὐλῶν καὶ εὐφωνίας εἰσί, πάσας ἐσηγάγετο ἐπὶ τὴν δίαιταν, ὥσπερ ἐπὶ θύρας αὐτῷ ἡκούσας, τὸν γὰρ πρὸ τοῦ χρόνον οὕτω κεκολασμένος ἀτάκτως ἐς τὰ θέατρα ἐφοίτα καὶ ἐπὶ τὴν τούτων ἠχώ. εὐδοκιμοῦντι δὲ αὐτῷ κατὰ τὸ Πέργαμον κἀξηρτημένῳ πᾶν τὸ ἐκείνῃ Ἑλληνικὸν ἐξελαύνων Ἡρώδης ἐς Πέργαμον ἔπεμψε τοὺς ἑαυτοῦ ὁμιλητὰς πάντας καὶ τὸν Ἀριστοκλέα ἦρεν, ὥσπερ τις Ἀθηνᾶς ψῆφος. δὲ ἰδέα τοῦ λόγου διαυγὴς μὲν καὶ ἀττικίζουσα, διαλέγεσθαι δὲ ἐπιτηδεία μᾶλλον ἀγωνίζεσθαι, χολή τε γὰρ ἄπεστι τοῦ λόγου καὶ ὁρμαὶ πρὸς βραχὺ αὐτή τε ἀττίκισις, εἰ παρὰ τὴν τοῦ Ἡρώδου γλῶτταν βασανίζοιτο, λεπτολογεῖσθαι δόξει μᾶλλον κρότου τε καὶ ἠχοῦς ξυγκεῖσθαι. ἐτελεύτα δὲ Ἀριστοκλῆς μεσαιπόλιος, ἄρτι προσβαίνων τῷ γηράσκειν.


δ


Ἀντίοχον δὲ τὸν σοφιστὴν αἱ Κιλίκων Αἰγαὶ [p. 75] ἤνεγκαν οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπ᾽ αὐτοῦ γένος ὑπάτους εἶναι. αἰτίαν δὲ ἔχων δειλίας, ἐπεὶ μὴ παρῄει ἐς τὸν δῆμον, μηδὲ ἐς τὸ κοινὸν ἐπολίτευεν, ‘οὐχ ὑμᾶς’, εἶπενἀλλ᾽ ἐμαυτὸν δέδοικα’, εἰδώς που τὴν ἑαυτοῦ χολὴν ἄκρατόν τε καὶ οὐ καθεκτὴν οὖσαν. ἀλλ᾽ ὅμως ὠφέλει τοὺς ἀστοὺς ἀπὸ τῆς οὐσίας, τι εἴη δυνατός, σῖτόν τε ἐπιδιδούς, ὁπότε τούτου δεομένους αἴσθοιτο, καὶ χρήματα ἐς τὰ πεπονηκότα τῶν ἔργων. τὰς δὲ πλείους τῶν νυκτῶν ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἀπεκάθευδεν ὑπέρ τε ὀνειράτων ὑπέρ τε ξυνουσίας, ὁπόση ἐγρηγορότων τε καὶ διαλεγομένων ἀλλήλοις, διελέγετο γὰρ αὐτῷ ἐγρηγορότι θεὸς καλὸν ἀγώνισμα ποιούμενος τῆς ἑαυτοῦ τέχνης τὸ τὰς νόσους ἐρύκειν τοῦ Ἀντιόχου.


ἀκροατὴς Ἀντίοχος ἐν παισὶ μὲν Δαρδάνου τοῦ Ἀσσυρίου, προιὼν δὲ ἐς τὰ μειράκια Διονυσίου ἐγένετο τοῦ Μιλησίου κατέχοντος ἤδη τὴν Ἐφεσίων. διελέγετο μὲν οὖν οὐκ ἐπιτηδείωςφρονιμώτατος δ᾽ ἀνθρώπων γενόμενος διέβαλλεν αὐτὸ ὡς μειρακιῶδες, ἵνα ὑπερεωρακὼς αὐτοῦ μᾶλλον ἀπολειπόμενος φαίνοιτοτὰ δὲ ἀμφὶ μελέτην ἐλλογιμώτατος: ἀσφαλὴς μὲν γὰρ ἐν ταῖς κατὰ σχῆμα προηγμέναις τῶν ὑποθέσεων, σφοδρὸς δὲ ἐν ταῖς κατηγορίαις καὶ ἐπιφοραῖς, εὐπρεπὴς δὲ τὰς ἀπολογίας καὶ τῷ ἠθικῷ ἰσχύων, καὶ καθάπαξ τῆν ἰδέαν τοῦ λόγου δικανικῆς μὲν σοφιστικώτερος, σοφιστικῆς δὲ δικανικώτερος. καὶ τὰ πάθη ἄριστα σοφιστῶν μετεχειρίσατο, οὐ γὰρ μονῳδίας ἀπεμήκυνεν, οὐδὲ θρήνους ὑποκειμένους, ἀλλ᾽ ἐβραχυλόγει αὐτὰ ξὺν διανοίαις λόγου κρείττοσιν, ὡς ἔκ τε τῶν ἄλλων ὑποθέσεων δηλοῦται καὶ μάλιστα ἐκ τῶνδε: κόρη [p. 76] βιασθεῖσα θάνατον ᾕρηται τοῦ βιασαμένου: μετὰ ταῦτα γέγονε παιδίον ἐκ τῆς βίας καὶ διαμιλλῶνται οἱ πάπποι, παρ᾽ ὁποτέρῳ τρέφοιτο τὸ παιδίον. ἀγωνιζόμενος οὖν ὑπὲρ τοῦ πρὸς πατρὸς πάππουἀπόδοςἔφητὸ παιδίον, ἀπόδος ἤδη, πρὶν γεύσηται μητρῴου γάλακτος.’ δὲ ἑτέρα ὑπόθεσις τοιαύτη: τύραννον καταθέμενον τὴν ἀρχὴν ἐπὶ τῷ ἐκλελύσθαι ἀπέκτεινέ τις εὐνοῦχος ὑπ᾽ αὐτοῦ γεγονὼς καὶ ἀπολογεῖται ὑπὲρ τοῦ φόνου. ἐνταῦθα τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο περίνοιαν ἐγκαταμίξας τῷ πάθει: ‘τίσι γὰρἔφηταῦτα ὡμολόγησε; παισὶ γυναίοις μειρακίοις πρεσβύταις ἀνδράσιν: ἐγὼ δὲ ὄνομα ἐν ταῖς συνθήκαις οὐκ ἔχω.’ ἄριστα δὲ καὶ ὑπὲρ τῶν Κρητῶν ἀπολελόγηται τῶν κρινομένων ἐπὶ τῷ τοῦ Διὸς σήματι φυσιολογίᾳ τε καὶ θεολογίᾳ πάσῃ ἐναγωνισάμενος λαμπρῶς. τὰς μὲν οὖν μελέτας αὐτοσχεδίους ἐποιεῖτο, ἔμελε δὲ αὐτῷ καὶ φροντισμάτων, ὡς ἕτερά τε δηλοῖ τῶν ἐκείνου καὶ μάλιστα ἱστορία, ἐπίδειξιν γὰρ ἐν αὐτῇ πεποίηται λέξεώς τε καὶ ῥητορείας, ἐσποιῶν ἑαυτὸν καὶ τῷ φιλοκαλεῖν. περὶ δὲ τῆς τελευτῆς τοῦ ἀνδρός, οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι.


ε


Ἀλεξάνδρῳ δέ, ὃν Πηλοπλάτωνα οἱ πολλοὶ ἐπωνόμαζον, πατρὶς μὲν ἦν Σελεύκεια πόλις οὐκ ἀφανὴς ἐν Κιλικίᾳ, πατὴρ δὲ ὁμώνυμος καὶ τοὺς ἀγοραίους λόγους ἱκανώτατος, μήτηρ δὲ περιττὴ τὸ εἶδος, ὡς αἱ γραφαὶ ἑρμηνεύουσι, καὶ προσφερὴς τῇ τοῦ Εὐμήλου Ἑλένῃ: Εὐμήλῳ γάρ τις Ἑλένη γέγραπται οἵα ἀνάθεμα εἶναι τῆς Ῥωμαίων ἀγορᾶς. [p. 77] ἐρασθῆναι τῆς γυναικὸς ταύτης καὶ ἑτέρους μέν, ἐπιδήλως δὲ Ἀπολλώνιόν φασι τὸν Τυανέα, καὶ τοὺς μὲν ἄλλους ἀπαξιῶσαι, τῷ δὲ Ἀπολλωνίῳ ξυγγενέσθαι δἰ ἔρωτα εὐπαιδίας, ἐπειδὴ θειότερος ἀνθρώπων. τοῦτο μὲν δὴ ὁπόσοις τρόποις ἀπίθανον, εἴρηται σαφῶς ἐν τοῖς ἐς Ἀπολλώνιον. θεοειδὴς δὲ Ἀλέξανδρος καὶ περίβλεπτος ξὺν ὥρᾳ, γενειάς τε γὰρ ἦν αὐτῷ βοστρυχώδης καὶ καθειμένη τὸ μέτριον ὄμμα τε ἁβρὸν καὶ μέγα καὶ ῥὶς ξύμμετρος καὶ ὀδόντες λευκότατοι δάκτυλοί τε εὐμήκεις καὶ τῇ τοῦ λόγου ἡνίᾳ ἐπιπρέποντες. ἦν δὲ αὐτῷ καὶ πλοῦτος δαπανώμενος ἐς ἡδονὰς οὐ μεμπτάς.


ἐς δὲ ἄνδρας ἥκων ἐπρέσβευε μὲν ὑπὲρ τῆς Σελευκείας παρὰ τὸν Ἀντωνῖνον, διαβολαὶ δὲ ἐπ᾽ αὐτὸν ἐφοίτησαν, ὡς νεότητα ἐπιποιοῦντα τῷ εἴδει. ἧττον δὲ αὐτῷ προσέχειν δοκοῦντος τοῦ βασιλέως ἐπάρας τὴν φωνὴν Ἀλέξανδροςπρόσεχέ μοι’, ἔφηΚαῖσαρ.’ καὶ αὐτοκράτωρ παροξυνθεὶς πρὸς αὐτὸν ὡς θρασυτέρᾳ τῇ ἐπιστροφῇ χρησάμενονπροσέχωἔφηκαὶ ξυνίημί σου: σὺ γὰρἔφη τὴν κόμην ἀσκῶν καὶ τοὺς ὀδόντας λαμπρύνων καὶ τοὺς ὄνυχας ξέων καὶ τοῦ μύρου ἀεὶ πνέων.’ Τὸν μὲν δὴ πλεῖστον τοῦ βίου τῇ τε Ἀντιοχείᾳ ἐνεσπούδαζε καὶ τῇ Ῥώμῃ καὶ τοῖς Ταρσοῖς καὶ νὴ Δία Αἰγύπτῳ πάσῃ, ἀφίκετο γὰρ καὶ ἐς τὰ τῶν


γυμνῶν ἤθη. αἱ δὲ Ἀθήνησι διατριβαὶ τοῦ ἀνδρὸς ὀλίγαι μέν, οὐκ ἄξιαι δὲ ἀγνοεῖσθαι. ἐβάδιζε μὲν γὰρ ἐς τὰ Παιονικὰ ἔθνη μετακληθεὶς ὑπὸ Μάρκου βασιλέως ἐκεῖ στρατεύοντος καὶ δεδωκότος αὐτῷ τὸ ἐπιστέλλειν Ἕλλησιν, ἀφικόμενος δὲ ἐς τὰς Ἀθήνας, ὁδοῦ δὲ μῆκος τοῦτο οὐ μέτριον τῷ ἐκ τῆς ἑῴας ἐλαύνοντι, ‘ἐνταῦθαἔφηγόνυ κάμψωμεν.’ καὶ [p. 78] εἰπὼν τοῦτο ἐπήγγειλε τοῖς Ἀθηναίοις αὐτοσχεδίους λόγους ἐρῶσιν αὐτοῦ τῆς ἀκροάσεως. ἀκούων δὲ τὸν Ἡρώδην ἐν Μαραθῶνι διαιτώμενον καὶ τὴν νεότητα ἐπακολουθοῦσαν αὐτῷ πᾶσαν γράφει πρὸς αὐτὸν ἐπιστολὴν αἰτῶν τοὺς Ἕλληνας, καὶ Ἡρώδηςἀφίξομαιἔφημετὰ τῶν Ἑλλήνων καὶ αὐτός.’ ξυνελέγοντο μὲν δὴ ἐς τὸ ἐν τῷ Κεραμεικῷ θέατρον, δὴ ἐπωνόμασται Ἀγριππεῖον, προιούσης δὲ ἤδη τῆς ἡμέρας καὶ τοῦ Ἡρώδου βραδύνοντος ἤσχαλλον οἱ Ἁθηναῖοι ὡς ἐκλυομένης τῆς ἀκροάσεως καὶ τέχνην αὐτὸ ᾤοντο, ὅθεν ἀνάγκη τῷ Ἀλεξάνδρῳ ἐγένετο παρελθεῖν ἐπὶ τὴν διάλεξιν καὶ πρὶν ἥκειν τὸν Ἡρώδην. μὲν δὴ διάλεξις ἔπαινοι ἦσαν τοῦ ἄστεος καὶ ἀπολογία πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μήπω πρότερον παρ᾽ αὐτοὺς ἀφῖχθαι, εἶχε δὲ καὶ τὸ ἀποχρῶν μῆκος, Παναθηναικοῦ γὰρ λόγου ἐπιτομῇ εἴκαστο. εὐσταλὴς δὲ οὕτω τοῖς Ἀθηναίοις ἔδοξεν, ὡς καὶ βόμβον διελθεῖν αὐτῶν ἔτι σιωπῶντος ἐπαινεσάντων αὐτοῦ τὸ εὔσχημον. μὲν δὴ νενικηκυῖα ὑπόθεσις τοὺς Σκύθας ἐπανάγων ἐς τὴν προτέραν πλάνην, ἐπειδὴ πόλιν οἰκοῦντες νοσοῦσι, καιρὸν δ᾽ ἐπισχὼν βραχὺν ἀνεπήδησε τοῦ θρόνου φαιδρῷ τῷ προσώπῳ, καθάπερ εὐαγγέλια ἐπάγων τοῖς ἀκροωμένοις ὧν εἰπεῖν ἔχοι. προιόντος δὲ αὐτῷ τοῦ λόγου ἐπέστη Ἡρώδης Ἀρκάδι πίλῳ τὴν κεφαλὴν σκιάζων, ὡς ἐν ὥρᾳ θέρους εἰώθει Ἀθήνησιν, ἴσως δέ που καὶ ἐνδεικνύμενος αὐτῷ τὸ ἐκ τῆς ὁδοῦ ἥκειν. καὶ Ἀλέξανδρος ἔνθεν ἑλὼν διελέχθη μὲν ἐς τὴν παρουσίαν τοῦ ἀνδρὸς ὑποσέμνῳ τῇ λέξει καὶ ἠχούσῃ, ἐπ᾽ αὐτῷ δὲ ἔθετο, εἴτε βούλοιτο τῆς ἤδη σπουδαζομένης ὑποθέσεως ἀκροᾶσθαι, εἴτε ἑτέραν αὐτὸς δοῦναι. τοῦ δὲ Ἡρώδου ἀναβλέψαντος ἐς [p. 79] τοὺς ἀκροωμένους καὶ εἰπόντος, ὡς ποιήσοι, ὅπερ ἂν ἐκείνοις δόξῃ, πάντες ξυνεπένευσαν ἐς τὴν τῶν Σκυθῶν ἀκρόασιν, καὶ γὰρ δὴ καὶ λαμπρῶς διῄει τὸν ἀγῶνα, ὡς δηλοῖ τὰ εἰρημένα. θαυμασίαν δὲ ἰσχὺν ἐνεδείξατο καὶ ἐν τοῖσδε: τὰς γὰρ διανοίας τὰς πρὶν ἥκειν τὸν Ἡρώδην λαμπρῶς αὐτῷ εἰρημένας μετεχειρίσατο ἐπιστάντος οὕτω τι ἑτέρᾳ λέξει καὶ ἑτέροις ῥυθμοῖς, ὡς τοῖς δεύτερον ἀκροωμένοις μὴ διλογεῖν δόξαι. τὸ γοῦν εὐδοκιμώτατα τῶν πρὶν ἐπιστῆναι τὸν Ἡρώδην εἰρημένωνἑστὸς καὶ τὸ ὕδωρ νοσεῖμετὰ ταῦτα ἐπιστάντος ἑτέρᾳ δυνάμει μεταλαβὼνκαὶ ὑδάτωνεἶπενἡδίω τὰ πλανώμενα.’ κἀκεῖνα τῶν Ἀλεξάνδρου Σκυθῶν: ‘καὶ πηγνυμένου μὲν Ἴστρου πρὸς μεσημβρίαν ἤλαυνον, λυομένου δὲ ἐχώρουν πρὸς ἄρκτον ἀκέραιος τὸ σῶμα καὶ οὐχ ὥσπερ νυνὶ κείμενος. τί γὰρ ἂν πάθοι δεινὸν ἄνθρωπος ταῖς ὥραις ἑπόμενος;’ ἐπὶ τελευτῇ δὲ τοῦ λόγου διαβάλλων τὴν πόλιν ὡς πνιγηρὸν οἰκητήριον τὸ ἐπὶ πᾶσιν ὧδε ἀνεφθέγξατο: ‘ἀλλ᾽ ἀναπέτασον τὰς πύλας, ἀναπνεῦσαι θέλω.’ προσδραμὼν δὲ τῷ Ἡρώδῃ καὶ περισχὼν αὐτὸνἀντεφεστίασόν μεἔφη, καὶ Ἡρώδηςτί δὲ οὐ μέλλωεἶπενλαμπρῶς οὕτως ἑστιάσαντα’; διαλυθείσης δὲ τῆς ἀκροάσεως καλέσας Ἡρώδης τῶν ἑαυτοῦ γνωρίμων τοὺς ἐν ἐπιδόσει ἠρώτα, ποῖός τις αὐτοῖς ο σοφιστὴς φαίνοιτο, Σκέπτου δὲ τοῦ ἀπὸ τῆς Κορίνθου τὸν μὲν πηλὸν εὑρηκέναι φήσαντος, τὸν δὲ Πλάτωνα ζητεῖν, ἐπικόπτων αὐτὸν Ἡρώδηςτουτὶἔφηπρὸς μηδένα εἴπῃς ἕτερον, σεαυτὸν γὰρἔφηδιαβαλεῖς ὡς ἀμαθῶς κρίνοντα, ἐμοὶ δὲ ἕπου [p. 80] μᾶλλον ἡγουμένῳ αὐτὸν Σκοπελιανὸν νήφοντα.’ ταυτὶ δὲ Ἡρώδης ἐχαρακτήριζε καθεωρακὼς τὸν ἄνδρα κεκραμένην ἑρμηνείαν ἐφαρμόζοντα τῇ περὶ τὰς σοφιστικὰς ἐννοίας τόλμῃ. ἐπιδεικνύμενος δὲ τῷ Ἀλεξάνδρῳ τήν τε ἠχὼ τῆς διαλέξεως προσῆρεν, ἐπειδὴ ἐγίγνωσκε τούτῳ καὶ μάλιστα χαίροντα αὐτὸν τῷ τόνῳ, ῥυθμούς τε ποικιλωτέρους αὐλοῦ καὶ λύρας ἐσηγάγετο ἐς τὸν λόγον, ἐπειδὴ πολὺς αὐτῷ καὶ περὶ τὰς ἐξαλλαγὰς ἔδοξεν. δὲ σπουδασθεῖσα ὑπόθεσις οἱ ἐν Σικελίᾳ τρωθέντες ἦσαν αἰτοῦντες τοὺς ἀπανισταμένους ἐκεῖθεν Ἀθηναίους τὸ ὑπ᾽ αὐτῶν ἀποθνήσκειν. ἐπὶ ταύτης τῆς ὑποθέσεως τὸ θρυλούμενον ἐκεῖνο ἱκέτευσεν ἐπιτέγξας τοὺς ὀφθαλμοὺς δακρύοιςναὶ Νικία, ναὶ πάτερ, οὕτως Ἀθήνας ἴδοις’, ἐφ᾽ τὸν Ἀλέξανδρόν φασιν ἀναβοῆσαι: ‘ Ἡρώδη, τεμάχιά σου ἐσμὲν οἱ σοφισταὶ πάντες,’ καὶ τὸν Ἡρώδην ὑπερησθέντα τῷ ἐπαίνῳ καὶ τῆς ἑαυτοῦ φύσεως γενόμενον δοῦναί οἱ δέκα μὲν σκευοφόρα, δέκα δὲ ἵππους, δέκα δὲ οἰνοχόους, δέκα δὲ σημείων γραφέας, τάλαντα δὲ εἴκοσι χρυσοῦ, πλεῖστον δὲ ἄργυρον, δύο δὲ ἐκ Κολλυτοῦ παιδία ψελλιζόμενα, ἐπειδὴ ἤκουεν αὐτὸν χαίροντα νέαις φωναῖς. τοιαῦτα μὲν οὖν αὐτῷ τὰ Ἀθήνησιν.


ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ Ἀλέξανδρος ἐκ πλειόνων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε: ‘Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖνκαὶ πάλινἈραβία γῆ δένδρα πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν, [p. 81] φυτὰ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον γῆ περὶ τοὺς ἱδρῶτας εὐτυχεῖ’. καὶ πάλινἀνὴρ πένης ἀπ᾽ Ἰωνίας, δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαντες ἐν τῇ βαρβάρων.’ τὴν δὲ ἰδέαν ταύτην διατωθάζων Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε: ‘Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα.’ τὰ δὲ ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπ᾽ ἄλλων ὑποθέσεων: διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν καὶ καλούμενος καὶ ἄκλητος Πύθιος ἔφη τοῖς Λακεδαιμονίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ: ‘ἀλλ᾽ ὑπισχνεῖταί,’ φησι, ‘τοῖς Λακεδαιμονίοις βοηθήσειν Πύθιος: ψεύδεται: οὕτως αὐτοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον: ‘ὑπορρείτω σοι Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών.’ τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν ἐπὶ τὴν Ἑλλδα ὧδε ἐβραχυλόγησεν: ‘τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκανοι.’ τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν: ‘δοκεῖ δέ μοι καὶ τοῦ παντὸς δημιουργὸς τὰ μὲν [p. 82] πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω, ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακροτέρας ἔχοντα τὰς ἡμέρας;’ Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο