previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ιγ


Καισάρεια δὲ Καππαδοκῶν ὄρει Ἀργαίῳ πρόσοικος Παυσανίου τοῦ σοφιστοῦ οἶκος. δὲ Παυσανίας ἐπαιδεύθη μὲν ὑπὸ Ἡρώδου καὶ τῶν τοῦ Κλεψυδρίου μετεχόντων εἷς ἐγένετο, οὓς ἐκάλουν οἱ πολλοὶ διψῶντας, ἐς πολλὰ δὲ ἀναφέρων τῶν Ἡρώδου πλεονεκτημάτων καὶ μάλιστα τὸ αὐτοσχεδιάζειν ἀπήγγελλε δὲ αὐτὰ παχείᾳ τῇ γλώττῃ καὶ ὡς Καππαδόκαις ξύνηθες, ξυγκρούων μὲν τὰ σύμφωνα τῶν στοιχείων, συστέλλων δὲ τὰ μηκυνόμενα καὶ μηκύνων τὰ βραχέα, ὅθεν ἐκάλουν αὐτὸν οἱ [p. 98] πολλοὶ μάγειρον πολυτελῆ ὄψα πονήρως ἀρτύοντα. δὲ ἰδέα τῆς μελέτης ὑπτιωτέρα, ἔρρωται δὲ ὅμως καὶ οὐχ ἁμαρτάνει τοῦ ἀρχαίου, ὡς ὑπάρχει ταῖς μελέταις ξυμβαλεῖν, πολλαὶ γὰρ τοῦ Παυσανίου κατὰ τὴν Ῥώμην, οἷ δὴ καὶ καταβιοὺς ἀπέθανε γηράσκων ἤδη, τοῦ θρόνου μετέχων, καὶ μετεῖχε δὲ καὶ τοῦ Ἀθήνησιν, ὅτε δὴ καὶ ἀπιὼν ἐκεῖθεν ἐπὶ πᾶσιν, οἷς πρὸς τοὺς Ἀθηναίους διεξῆλθε, καιριώτατα τὸ τοῦ Εὐριπίδου ἐπεφθέγξατο

Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: