previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἦλθε δὲ καὶ ἐπὶ πολλὰ τῆς γῆς μέρη βασιλεῖ τε ξυνὼν καὶ καθ᾽ ἑαυτὸν μεταβαίνων. προὔστη δὲ καὶ τοῦ κατὰ τὴν Ῥώμην θρόνου νεάζων μὲν εὐδοκιμώτατος, γηράσκων δὲ ξὺν αἰτίᾳ τοῦ μὴ ἑτέρῳ [p. 126] ἀποστῆναι βούλεσθαι. δὲ πρὸς τὸν Λήμνιον Φιλόστρατον τῷ Ἀσπασίῳ διαφορὰ ἤρξατο μὲν ἀπὸ τῆς Ῥώμης, ἐπέδωκε δὲ ἐν Ἰωνίᾳ ὑπὸ Κασσιανοῦ τε καὶ Αὐρηλίου τῶν σοφιστῶν αὐξηθεῖσα. ἦν δὲ αὐτοῖν μὲν Αὐρήλιος οἷος καὶ ἐν καπηλείοις μελετᾶν πρὸς τὸν ἐκεῖ οἶνον, δ᾽ οἷος θρασύνεσθαι μὲν ἐπὶ τὸν Ἀθήνησι θρόνον διὰ καιρούς, οἷς ἀπεχρήσατο, παιδεῦσαι δὲ μηδένα, πλὴν Περίγητος τοῦ Λυδοῦ. περὶ μὲν οὖν τοῦ τρόπου τῆς διαφορᾶς εἴρηταί μοι καὶ τί ἂν αὖθις ἑρμηνεύοιμι τὰ ἀποχρώντως δεδηλωμένα; τὸ δὲ εἶναί τι χρηστὸν καὶ παρ᾽ ἐχθροῦ εὑρέσθαι ἐν πολλοῖς μὲν τῶν ἀνθρωπίνων διεφάνη, μάλιστα δὲ ἐπὶ τῶν ἀνδρῶν τούτων: διενεχθέντε γὰρ μὲν ἀσπάσιος προσεποίησεν αὑτῷ τὸ σχεδιάζειν ξὺν εὐροίᾳ, ἐπειδὴ Φιλόστρατος καὶ τούτου τοῦ μέρους ἐλλογίμως εἶχεν, δ᾽ αὖ τὸν ἑαυτοῦ λόγον τέως ὑλομανοῦντα πρὸς τὴν ἀκρίβειαν τὴν ἐκείνου ἐκόλασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: