previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


η


Φίλαγρος δὲ Κίλιξ Λολλιανοῦ μὲν ἀκροατὴς ἐγένετο, σοφιστῶν δὲ θερμότατος καὶ ἐπιχολώτατος, λέγεται γὰρ δὴ νυστάζοντά ποτε ἀκροατὴν καὶ ἐπὶ κόρρης πλῆξαι, καὶ ὁρμῇ δὲ λαμπρᾷ ἐκ μειρακίου χρησάμενος οὐκ ἀπελείφθη αὐτῆς οὐδ᾽ ὁπότε ἐγήρασκεν, ἀλλ᾽ οὕτω τι ἐπέδωκεν, ὡς καὶ σχῆμα τοῦ διδασκάλου νομισθῆναι. πλείστοις δὲ ἐπιμίξας ἔθνεσι καὶ δοκῶν ἄριστα μεταχειρίζεσθαι τὰς ὑποθέσεις οὐ μετεχειρίσατο Ἀθήνησιν εὖ τὴν αὑτοῦ [p. 84] χολήν, ἀλλ᾽ ἐς ἀπέχθειαν Ἡρώδῃ κατέστησεν ἑαυτόν, καθάπερ τούτου ἀφιγμένος ἕνεκα. ἐβάδιζε μὲν γὰρ δείλης ἐν Κεραμεικῷ μετὰ τεττάρων, οἷοι Ἀθήνησιν οἱ τοὺς σοφιστὰς θηρεύοντες, ἰδὼν δὲ νεανίαν ἐκ δεξιᾶς ἀναστρέφοντα μετὰ πλειόνων σκώπτεσθαί τι ὑπ᾽ αὐτοῦ δόξαςἀλλ᾽ σὺἔφητίς ’; ‘Ἀμφικλῆς ἐγώ’, ἔφηεἰ δὴ τὸν Χαλκιδέα ἀκούεις.’ ‘ἀπέχου τοίνυνἔφητῶν ἐμῶν ἀκροάσεων, οὐ γάρ μοι δοκεῖς ὑγιαίνειν.’ τοῦ δὲ ἐρομένουτίς δὲ ὢν ταῦτα κηρύττεις’; δεινὰ πάσχειν δ᾽ Φίλαγρος, εἰ ἀγνοεῖταί ποι. ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος λαβόμενος Ἀμφικλῆς, καὶ γὰρ δὴ καὶ ἐτύγχανε τῶν Ἡρώδου γνωρίμων τὴν πρώτην φερόμενος, ‘παρὰ τίνι τῶν ἐλλογίμωνἔφητοῦτο εἴρηται;’ καὶ ὃςπαρὰ Φιλάγρῳἔφη. αὕτη μὲν δὴ παροινία ἐς τὰ τοιαῦτα προὔβη, τῆς δὲ ὑστεραίας μαθὼν τὸν Ἡρώδην ἐν τῷ προαστείῳ διαιτώμενον γράφει πρὸς αὐτὸν ἐπιστολὴν καθαπτόμενος τοῦ ἀνδρὸς ὡς ἀμελοῦντος τοῦ τῶν ἀκροατῶν κόσμου. καὶ Ἡρώδηςδοκεῖς μοιἔφηοὐ καλῶς προοιμιάζεσθαιἐπιπλήττων αὐτῷ ὡς μὴ κτωμένῳ ἀκροατῶν εὔνοιαν, ἣν προοίμιον ἡγεῖσθαι χρὴ τῶν ἐπιδείξεων. δὲ ὥσπερ οὐ ξυνιεὶς τοῦ αἰνίγματος, ξυνιεὶς μέν, ἐν γέλωτι δὲ τὴν τοῦ Ἡρώδου γνώμην βελτίστην οὖσαν τιθέμενος ἐψεύσθη τῆς ἐπιδείξεως παρελθὼν ἐς ἀκροατὰς οὐκ εὔνους.


ὡς γὰρ τῶν πρεσβυτέρων ἤκουον, προσέκρουσε μὲν διάλεξις νεαροηχὴς δόξασα καὶ ἐσπασμένη τὰς ἐννοίας, ἔδοξε δὲ καὶ μειρακιώδης%5, γυναικὸς γὰρ θρῆνος ἐγκατεμέμικτο τοῖς Ἀθηναίων ἐγκωμίοις τεθνεώσης αὐτῷ ἐν Ἰωνίᾳ, τὴν δὲ μελέτην οὕτως ἐπεβουλεύθη: ἠγώνιστό τις αὐτῷ κατὰ τὴν Ἀσίαν [p. 85] ὐπόθεσις οἱ παραιτούμενοι τὴν τῶν ἀκλήτων συμμαχίαν: ταύτης ἐκδεδομένης ἤδη τῆς ὑποθέσεως μνήμην ξυνελέξατο, καὶ γὰρ δὴ καὶ εὐδοκιμηκὼς ἐπ᾽ αὐτῇ ἐτύγχανε, λόγου δὲ ἥκοντος ἐς τοὺς ἀμφὶ τὸν Ἡρώδην, ὡς Φίλαγρος τὰς μὲν πρῶτον ὁριζομένας ὑποθέσεις αὐτοσχεδιάζοι, τὰς δὲ καὶ δεύτερον οὐκέτι ἀλλ᾽ ἕωλα μελετῴη καὶ ἑαυτῷ προειρημένα προὔβαλον μὲν αὐτῷ τοὺς ἀκλήτους τούτους, δοκοῦντι δὲ ἀποσχεδιάζειν ἀντανεγιγνώσκετο μελέτη. θορύβου δὲ πολλοῦ καὶ γέλωτος τὴν ἀκρόασιν κατασχόντος βοῶν Φίλαγρος καί κεκραγώς, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος οὐ διέφυγε τὴν ἤδη πεπιστευμένην αἰτίαν. ταῦτα μὲν οὖν ἐν τῷ Ἀγριππείῳ ἐπράχθη, διαλιπὼν δὲ ἡμέρας ὡς τέτταρας παρῆλθεν ἐς τὸ τῶν τεχνιτῶν βουλευτήριον, δὴ ᾠκοδόμηται παρὰ τὰς τοῦ Κεραμεικοῦ πύλας οὐ πόρρω τῶν ἱππέων. εὐδοκιμώτατα δὲ ἀγωνιζόμενος τὸν Ἀριστογείτονα τὸν ἀξιοῦντα κατηγορεῖν τοῦ μὲν Δημοσθένους Μηδισμοῦ, τοῦ δὲ Αἰσχίνου Φιλιππισμοῦ, ὑπὲρ ὧν καὶ γεγραμμένοι ἀλλήλους ἐτύγχανον, ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος. χρόνῳ μὲν οὖν ὕστερον ἐπεβάτευσε τοῦ κατὰ τὴν Ῥώμην θρόνου, Ἀθήνησι δὲ ἀπηνέχθη τῆς ἑαυτοῦ δόξης δι᾽ ἃς εἴρηκα αἰτίας.


χαρακτὴρ τῶν τοῦ Φιλάγρου λόγων μὲν ἐν ταῖς διαλέξεσι τοιοῦτος: ‘εἶτα οἴει ἥλιον ἑσπέρῳ φθονεῖν μέλειν αὐτῷ, εἴ τίς ἐστιν ἀστὴρ ἄλλος ἐν οὐρανῷ; οὐχ οὕτως ἔχει τὰ τοῦ μεγάλου τούτου πυρός. ἐμοὶ μὲν γὰρ δοκεῖ καὶ ποιητικῶς ἑκάστῳ διανέμειν, σοὶ μὲν ἄρκτον δίδωμι, λέγοντα, σοὶ δὲ μεσημβρίαν, [p. 86] σοὶ δὲ ἐσπέραν, πάντες δὲ ἐν νυκτί, πάντες, ὅταν ἐγὼ μὴ βλέπωμαι: ἠέλιος δ᾽ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην καὶ ἀστέρες οὐδαμοῦ.’ τίνες δὲ καὶ οἱ τῆς μελέτης αὐτῷ ῥυθμοὶ ἦσαν, δηλώσει τὰ πρὸς τοὺς ἀκλήτους εἰρημένα, καὶ γὰρ καὶ χαίρειν αὐτοῖς ἐλέγετο: ‘φίλε, τήμερόν σε τεθέαμαι καὶ τήμερον ἐν ὅπλοις καὶ μετὰ ξίφους μοι λαλεῖςκαὶτὴν ἀπὸ τῆς ἐκκλησίας μόνην οἶδα φιλίαν. ἄπιτε οὖν, ἄνδρες φίλοι, τοῦτο γὰρ ὑμῖν τηροῦμεν τοὔνομα, κἂν δεηθῶμέν ποτε συμμάχων, ἐφ᾽ ὑμᾶς πέμψομεν, εἴ ποτε δήπου.’


μέγεθος μὲν οὖν Φίλαγρος μετρίου μείων, τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστροπον οὐδ᾽ αὐτὸς ἠγνόει: ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι, ‘ὅτιἔφηοὐδ᾽ ἐμαυτῷ χαίρῳ.’ ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: