previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατηφῆ τε ἀεὶ καὶ οἷον ἐπεσκεμμένον, τὰ πολέμιά τε δοκοῦντα μᾶλλον γενναῖον ὄντα, οὐ μὴν ἐπιστήμονα [p. 185] ὁπλίσεως τοῦ τάξαι ναυμαχίας τε καὶ τειχομαχίας καὶ αἰχμῆς καὶ τόξων ἕλξεως. τὰ δὲ ἔργα αὐτοῦ εἶναι πολλὰ μέν, οὐ μὴν θαυμάσαι ἄξια πλὴν ἑνός, τοῦ ἐς τὸν ἵππον τὸν κοῖλον, οὗ τέκτων μὲν Ἐπειὸς σὺν Ἀθηνᾷ ἐγένετο, Ὀδυσσεὺς δὲ εὑρετής, καὶ ἐν αὐτῷ δὲ λέγεται τῷ λόχῳ θαρσαλεώτερος ὀφθῆναι τοῦ πλήρωματος. ἐς Ἴλιον μὲν οὖν παρηβηκὼς ἦλθεν, ἐς Ἰθάκην δὲ γεγηρακώς: μακροτέρᾳ γὰρ ἐχρήσατο τῇ ἄλῃ διὰ τὸν πόλεμον, ὃς πρὸς τοὺς Κίκονας αὐτῷ διεπολεμήθη κατατρέχοντι τὰ ἐπὶ θαλάττῃ τοῦ Ἰσμάρου. τὰ γὰρ Πολυφήμου καὶ Ἀντιφάτου καὶ Σκύλλης καὶ τὰ ἐν Αἵδου καὶ ὁπόσα αἱ Σειρῆνες ᾖδον, οὐδὲ ἀκούειν ξυγχωρεῖ Πρωτεσίλεως, ἀλλ᾽ ἐπαλείφειν ἡμᾶς κηρὸν τοῖς ὠσὶ καὶ παραιτεῖσθαι αὐτὰ οὐχ ὡς οὐ πλέα ἡδονῆς καὶ ψυχαγωγῆσαι ἱκανά, ἀλλ᾽ ὡς ἀπίθανά τε καὶ παρευρημένα, καὶ τὴν νῆσον δὲ τὴν Ὠγυγίαν καὶ τὴν Αἰαίαν καὶ ὡς ἤρων αὐτοῦ αἱ θεαί, παραπλεῖν κελεύει καὶ μὴ προσορμίζεσθαι τοῖς μύθοις: ἔξωρόν τε γὰρ τῶν ἐρωτικῶν εἶναι τὸν Ὀδυσσέα καὶ ὑπόσιμον καὶ οὐ μέγαν καὶ πεπλανημένον τοὺς ὀφθαλμοὺς διὰ τὰς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: