previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡμῖν ἀκροάσασθαι πᾶσιν, εἰ μή τι σπουδάσαι διανοῇ ἕτερον.

Μουσώνιος
δίειμι βουλομένοις, οὐ γὰρ οἶδ᾽ , τι χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν: Νέρωνα τοίνυν ἐς Ἀχαίαν ᾠδαὶ ἦγον καὶ τὸ σφόδρα ἑαυτὸν πεπεικέναι μηδ᾽ ἂν τὰς Μούσας ἀναβάλλεσθαι ἥδιον, ἐβούλετο δὲ καὶ τὰ Ὀλύμπια τὸν γυμνικώτατον τῶν ἀγώνων στεφανοῦσθαι ᾄδων. τὰ γὰρ Πύθια, τούτων μὲν ἑαυτῷ μετεῖναι μᾶλλον τῷ Ἀπόλλωνι, μηδὲ γὰρ ἂν μηδ᾽ ἐκεῖνον ἐναντίαν αὑτῷ κιθάραν [p. 221] τε καὶ ᾠδὴν θέσθαι. δ᾽ Ἰσθμὸς οὐ τῶν ἄποθεν αὐτῷ βεβουλευμένων, ἀλλ᾽ ἐντυχὼν τῇ φύσει τοῦ τόπου μεγαλουργίας ἠράσθη τόν τε βασιλέα τῶν ἐπὶ τὴν Τροίαν ποτὲ Ἀχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔβοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς Βόσπορος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας, τὰ δὲ Ξέρξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε μέγιστα τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: