τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις
αὐταῖς ἐντυχεῖν, ἀλλ᾽ ὑψηλοτέραν ἡγουμένους τὴν
ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι, πελάγους
γὰρ τοσούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύχιον
ἀπενεχθῆναι τὴν Αἴγιναν. Νέρωνα δὲ τῆς μὲν
[p. 222]
τοῦ Ἰσθμοῦ τομῆς οὐδ᾽ ἂν Θαλῆς μετέστησεν ὁ
σοφώτατός τε καὶ φυσικώτατος, τοῦ γὰρ τεμεῖν αὐτὸν
ἤρα μᾶλλον ἢ τοῦ δημοσίᾳ ᾄδειν, ἡ δὲ τῶν ἑσπερίων
ἐθνῶν κίνησις καὶ ὁ ὕπατος ὁ τῶν ἐκείνῃ νῦν ἁπτόμενος,
ὄνομα δὲ αὐτῷ Βίνδιξ, ἀπήγαγεν Ἑλλάδος τε
καὶ τοῦ Ἰσθμοῦ Νέρωνα ψυχρῶς γεωμετρήσαντα:
τὰς γὰρ θαλάττας ἰσογαίους τε καὶ ἰσοπέδους οἶδα.
φασὶ δὲ αὐτῷ καὶ τὰ ἐπὶ τῆς Ῥώμης ὀλισθάνειν ἤδη
καὶ ὑποδιδόναι. τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ
προσπλεύσαντος χιλιάρχου.
Μενεκράτης
ἡ φωνὴ δέ, Μουσώνιε, δι᾽ ἣν μουσομανεῖ
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.