previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κε

χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον τοῦ θυμοῦ ἔκστασις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν: μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν, ὅταν συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας καλοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ τοῦ προσώπου γαλήνη. μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγμένον: εὖγε, ὅτι ἀπεστράφης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: