previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λη

τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἶ καὶ θρασεῖα καὶ εὔκολος, τοῦτο μάλιστα ἐγώ σου φιλῶ. καὶ γὰρ ἵππους θαυμάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὄρνιθας τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν [p. 246] ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ὥρᾳ κρατοῦσα ὑψηλόν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις: καὶ γὰρ Δανάη χρυσόν. καὶ στεφάνους δέχῃ: τοῦτο μὲν καὶ Ἄρτεμις παρθένος. καὶ γεωργοῖς παρέχεις σεαθτήν: δὲ Ἑλένη καὶ ποιμέσι καὶ κιθαρῳδοῖς: μηδὲ δούλων καταφρονήσῃς, ἵνα κἂν διὰ σὲ δοκῶσιν ἐλεύθεροι, ἀλλὰ μηδὲ ναυτῶν: ταχέως μὲν ἀπίασιν, ἀλλ᾽ Ἰάσων οὐκ ἄτιμος πρῶτος κατατολμήσας θαλάττης: οὔτε γὰρ πῦρ θερμὸν οὕτως ὥς σου τὸ ἆσθμα, οὔτε αὐλὸς ἡδὺ ἄκουσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: