previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νς

ἀπέκλειόν σοι τὰ ὄμματα. πῶς σοι; εἴπω: ὡς οἱ πολιορκούμενοι τὰς πύλας. καὶ σὺ τὴν φρουρὰν λαθὼν ἔνδον εἶ. λέγε, τίς σε ἐσήγαγεν, εἰ μὴ τι τὰ ὄμματα ῾παρεῖδεν᾽. ἦν ἄρα πάθος ἐρωτικὸν καὶ κατὰ τῆς ψυχῆς γενόμενον, ἥγε πάλαι μὲν μόνα ἐνεθυμεῖτο, ἤθελε, καὶ περὶ τὰ κάλλιστα ἐσπουδάκει φιλοσοφοῦσα, καὶ ἦν αὐτῆς ἔρως τὰ οὐρανοῦ νῶτα ὁρᾶν καὶ περὶ τῆς κατὰ ταῦτα οὔσης οὐσίας πολυπραγμονεῖν καὶ τίνες αἱ τοῦ παντὸς περίοδοι καὶ τίς ταῦτα ἄγουσα ἀνάγκη, καὶ τὸ σκέμμα ἐδόκει χαριέστατον ἡλίῳ συνδραμεῖν καὶ σελήνῃ, συγκινδυνεῦσαι μὲν ἀπιούσῃ, συνησθῆναι δὲ πληρουμένῃ τῷ τε ἄλλῳ χορῷ τῶν ἀστέρων συμπλανηθῆναι καὶ μηδὲν ἄβατον μηδὲ ἀθέατον καταλιπεῖν τῶν ὑπὲρ τὴν γῆν μυστηρίων, ἀφ᾽ οὗ δὲ ἀνθρωπίνῳ πλησιάσασα ἔρωτι ἑάλω κάλλους ὄμμασι, πάντων ἀμελήσασα ἐκείνων περὶ ἓν τοῦτο ἐσπούδακε, καὶ ὅσον ἂν τῆς ἔξω μορφῆς σπάσῃ, τοσοῦτον ἔνδον συντίθησι καὶ μνήμῃ ταμιεύεται, τὸ δὲ ἔσω παρελθὸν φῶς μέν ἐστιν ἐν ἡμέρᾳ, νύκτωρ δὲ ὄναρ γίγνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: