previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΑΜΥΜΩΝΗ.

η. πεζεύοντι τὴν θάλατταν τῷ Ποσειδῶνι ἐντετύχηκας, οἶμαι, παρ᾽ Ὁμήρῳ, ὅτε κατὰ τοὺς Ἀχαιοὺς ἀπὸ Αἰγῶν στέλλεται, καὶ θάλαττα γαλήνην ἄγει παραπέμπουσα αὐτὸν αὐτοῖς ἵπποις καὶ αὐτοῖς κήτεσι, καὶ γὰρ ἐκεῖνα ἕπεται καὶ σαίνει τὸν Ποσειδῶνα ὡς ἐνταῦθα. ἐκεῖ μὲν οὖν ἠπειρωτῶν οἶμαι τῶν ἵππων αἰσθάνῃ, χαλκόποδάς τε γὰρ αὐτοὺς ἀξιοῖ εἶναι καὶ ὠκυπέτας καὶ μάστιγι πλήττεσθαι, [p. 306] ἐνταῦθα δὲ ἱππόκαμποι τὸ ἅρμα καὶ ἔφυδροι τὰς ὁπλὰς καὶ νευστικοὶ καὶ τοὺς ὀφθαλμοὺς ὑπόγλαυκοι καί, νὴ Δία, ὅσα δελφῖνες, κἀκεῖ μὲν δυσχεραίνειν Ποσειδῶν ἔοικε καὶ νεμεσᾶν τῷ Διὶ κλίνοντι τὸ Ἑλληνικὸν καὶ βραβεύοντι αὐτοῖς ἀπὸ τοῦ χείρονος, ἐνταῦθα δὲ φαιδρὸς γέγραπται καὶ ἱλαρὸν βλέπει καὶ σεσόβηται μάλα ἐρωτικῶς: Ἀμυμώνη γὰρ Δαναοῦ θαμίζουσα ἐπὶ τὸ τοῦ Ἰνάχου ὕδωρ κεκράτηκε τοῦ θεοῦ καὶ στέλλεται θηρεύσων αὐτὴν οὔπω ξυνιεῖσαν, ὅτι ἐρᾶται. τὸ γοῦν περίφοβον τῆς κόρης καὶ τὸ πάλλεσθαι καὶ κάλπις χρυσῆ διαφεύγουσα τὰς χεῖρας δηλοῖ τὴν Ἀμυμώνην ἐκπεπλῆχθαι καὶ ἀπορεῖν, τί βουλόμενος Ποσειδῶν ἐκλείπει πανσυδὶ τὴν θάλατταν, λευκήν τε ὑπὸ φύσεως οὖσαν χρυσὸς περιστίλβει κεράσας τὴν αὐγὴν τῷ ὕδατι. ὑπεκστῶμεν, παῖ, τῇ νύμφῃ, καὶ γὰρ κῦμα ἤδη κυρτοῦται ἐς τὸν γάμον, τὸ δὲ κῦμα γλαυκὸν ἔτι καὶ τοῦ χαροποῦ τρόπου, πορφυροῦν δὲ αὐτὸ Ποσειδῶν γράψει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: