previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΩΡΑΙ.

λδ. τὸ μὲν ἐπὶ ταῖς Ὥραις εἶναι τὰς τοῦ οὐρανοῦ πύλας Ὁμήρῳ ἀφῶμεν εἰδέναι καὶ ἔχειν, εἰκὸς γάρ που αὐτὸν ξυγγενέσθαι ταῖς Ὥραις, ὅτε τὸν αἰθέρα ἔλαχε, τουτὶ δὲ τὸ σπουδαζόμενον ὑπὸ τῆς γραφῆς καὶ ἄλλῳ ξυμβαλεῖν ῥᾴδιον: αἱ γὰρ δὴ Ὧραι αὐτοῖς εἴδεσιν ἐς τὴν γῆν ἀφικόμεναι ξυνάπτουσαι τὰς χεῖρας ἐνιαυτόν, οἶμαι, ἑλίττουσι καὶ [p. 389] γῆ σοφὴ οὖσα εὐφορεῖ αὐταῖς τὰ ἐνιαυτοῦ πάντα. ‘μὴ πατεῖτε τὴν ὑάκινθον τὰ ῥόδαοὐκ ἐρῶ πρὸς τὰς ἠρινάς, ὑπὸ γὰρ τοῦ πατεῖσθαι ἡδίω φαίνεται καὶ αὐτῶν τι τῶν Ὡρῶν ἀναπνεῖ. ‘μὴ ἐμβαίνετε ἁπαλαῖς ταῖς ἀρούραιςοὐκ ἐρῶ πρὸς τὰς χειμερίους σφῶν, τὸ γὰρ πατεῖσθαι αὐτὰς ὑπὸ τῶν Ὡρῶν ποιήσει ἄσταχυν. αἱ ξανθαὶ δὲ αὗται βαίνουσιν ἐπὶ τῆς τῶν ἀσταχύων κόμης, οὐ μὴν ὡς κλάσαι καμψαι, ἀλλ᾽ εἰσὶν οὕτω τι ἐλαφραί, ὡς μηδὲ ἐπημύειν τι τῷ ληίῳ. χαρίεν ὑμῶν, ἄμπελοι, τὸ λαβέσθαι τῶν ὀπωρινῶν ἐθέλειν, ἐρᾶτε γάρ που τῶν Ὡρῶν, ὅτι ὑμᾶς ἐργάζονται καλὰς καὶ ἡδυοίνους. ταυτὶ μὲν οὖν οἷον γεωργίαι τῆς γραφῆς, αὐταὶ δ᾽ αἱ Ὧραι μάλα ἡδεῖαι καὶ δαιμονίου τέχνης. οἷον μὲν γὰρ αὐτῶν τὸ ᾄδειν, οἵα δὲ δίνη τοῦ κύκλου καὶ τὸ κατόπιν ἡμῖν μηδεμιᾶς φαίνεσθαι ὑπὸ τοῦ πάσας οἷον ἔρχεσθαι, βραχίων δὲ ἄνω καὶ ἐλευθερία ἀφέτου κόμης καὶ παρειὰ θερμὴ ὑπὸ τοῦ δρόμου καὶ οἱ ὀφθαλμοὶ συγχορεύοντες. τάχα τι καὶ μυθολογῆσαι συγχωροῦσιν ὑπὲρ τοῦ ζωγράφου, δοκεῖ γάρ μοι χορευούσαις ταῖς Ὥραις ἐντυχὼν σεισθῆναι ὑπ᾽ αὐτῶν ἐς τὴν τέχνην ἴσως αἰνιττομένων τῶν θεῶν, ὅτι χρὴ σὺν ὥρᾳ γράφειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: