Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια: ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία καὶ φροντίς. δῆλον δ̓ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν, ῾ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν: καὶ ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι.᾿ ἡ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ ἀντίθεσις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυᾶ εἶναι ἐπὶ τῶν τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.