Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ ῾φαλακρότερος εὐδίας,᾿ καὶ τὸ ῾κολοκύντης ὑγιέστερος.᾿ τὸ δὲ ῾χρυσῶ χρυσοτέρἀ τὸ Σαπφικὸν ἐν ὑπερβολῇ λέγεται καὶ αὐτὸ καὶ ἀδυνάτως, πλὴν αὐτῷ γε τῷ ἀδυνάτῳ χάριν ἔχει, οὐ ψυχρότητα. ὃ δὴ καὶ μάλιστα θαυμάσειεν ἄν τις Σαπφοῦς τῆς θείας, ὅτι φύσει κινδυνώδει πράγματι καὶ δυσκατορθώτῳ ἐχρήσατο ἐπιχαρίτως. καὶ περὶ μὲν ψυχρότητος καὶ ὑπερβολῆς τοσαῦτα. νῦν δὲ περὶ τοῦ γλαφυροῦ χαρακτῆρος λέξομεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.