Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φευγέτω δὲ ἡ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ῾ὅσα μὲν ἔπραξε Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω.᾿ σχεδὸν γὰρ ὁ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προθέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.