Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι, καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, ἡ σύνθεσις δ̓ ἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἄδειαν, ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι ῾οὐ μίγνυται αὖ τῇ ἀνθρώπῳ:᾿ τὸ μὲν γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, ἡ σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἄδειαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.