previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγεινἐγὼ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συναδίκει [p. 318] καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳκαὶ ὁπόσα ἂν εἴποι βλάσφημος ἄνθρωπος καὶ νεκρὸς τῇ φύσει. ἑτέρωθεν δὲ ἄκουε τοῦ σωτῆρος: ‘ἐγώ σε ἀνεγέννησα, κακῶς ὑπὸ κόσμου πρὸς θάνατον γεγεννημένον, ἠλευθέρωσα, ἰασάμην, ἐλυτρωσάμην: ἐγώ σοι παρέξω ζωὴν ἄπαυστον, αἰώνιον, ὑπερκόσμιον: ἐγώ σοι δείξω θεοῦ πατρὸς ἀγαθοῦ πρόσωπον: μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς: οἱ νεκροὶ τοὺς νεκροὺς θαπτέτωσαν, σὺ δέ μοι ἀκολούθει: ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν καὶ ἀπόλαυσιν 1 ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν θεὸς τοῖς ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις. ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὖ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμβάνει, καὶ πόμα καθ̓ ἡμέραν ἐνδιδοὺς ἀθανασίας: ἐγὼ διδάσκαλος ὑπερουρανίων παιδευμάτων: ὑπὲρ σοῦ πρὸς τὸν θάνατον διηγωνισάμην καὶ τὸν σὸν ἐξέτισα θάνατον, ὃν ὤφειλες ἐπὶ τοῖς προημαρτημένοις καὶ τῇ πρὸς θεὸν ἀπιστίᾳ.’ τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας ὑπὲρ σεαυτοῦ δίκασον καὶ τὴν ψῆφον ἀνένεγκε τῇ σαυτοῦ σωτηρίᾳ: κἂν ἀδελφὸς ὅμοια λέγῃ κἂν τέκνον κἂν γυνὴ κἂν ὁστισοῦν, πρὸ πάντων ἐν σοὶ Χριστὸς νικῶν ἔστω: ὑπὲρ σοῦ γὰρ ἀγωνίζεται.

1 kai\ a)po/lausin Stählin.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: