previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σὺ δὲ μάθε τὴνκαθ̓ 1 ὑπερβολὴν ὁδόν,’ ἣν δείκνυσι Παῦλος, ἐπὶ σωτηρίαν: ‘ ἀγάπη τὰ ἑαυτῆς οὐ ζητεῖ,’ ἀλλ̓ ἐπὶ τὸν ἀδελφὸν ἐκκέχυται: περὶ τοῦτον ἐπτόηται, περὶ τοῦτον σωφρόνως μαίνεται. ‘ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν: τελεία ἀγάπη ἐκβάλλει τὸν φόβον: οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἐπιχαίρει τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ: πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἀγάπη οὐδέποτε ἐκπίπτει. προφητεῖαι καταργοῦνται, γλῶσσαι παύονται, ἰάσεις ἐπὶ γῆς καταλείπονται. μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη: μείζων δὲ ἐν τούτοις ἀγάπη.’ καὶ δικαίως. πίστις μὲν γὰρ ἀπέρχεται, ὅταν αὐτοψίᾳ πεισθῶμεν ἰδόντες θεόν, καὶ ἐλπὶς ἀφανίζεται τῶν ἐλπισθέντων ἀποδοθέντων, ἀγάπη δὲ εἰς πλήρωμα συνέρχεται καὶ μᾶλλον αὔξεται τῶν τελείων παραδοθέντων. ἐὰν ταύτην ἐμβάληταί τις τῇ ψυχῇ, δύναται, κἂν ἐν ἁμαρτήμασιν γεγεννημένος, κἂν πολλὰ τῶν κεκωλυμένων εἰργασμένος, αὐξήσας τὴν ἀγάπην καὶ μετάνοιαν καθαρὰν λαβὼν ἀναμαχέσασθαι τὰ ἐπταισμένα. [p. 350] μηδὲ 2 γὰρ τοῦτο εἰς ἀπόγνωσίν σοι καὶ ἀπόνοιαν καταλελείφθω,

1 kaq)inserted by Combefis from 1 Corinthians xii. 31.

2 mhde\ Dindorf. mh/te MS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: