Click on a word to bring up parses, dictionary entries, and frequency statistics
α. Πότε δεῖ φόβον ἐμβάλλειν τῷ στρατεύματι
τῷ ἰδίῳ τὸν ἀπὸ τῶν ἐναντίων
Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις
ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν.
ὅτ̓ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον
ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων
ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα
τὴν ἐκείνων ἐφεδρείαν: οὐ γὰρ δειλοὺς
ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς: ἐν
μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν
δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι: τοὺς μὲν γὰρ
δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς.
[p. 440]