Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Εἰ δ̓ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις
ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην
ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας
προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις
τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ
τὴν ἔφοδον τῶν πολεμίων, ἀλλ̓ αἰφνιδίως ἀφυλάκτοις
ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος.