Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
Εἰ δὲ δή τινα ἀκμάζουσαν ἔτι πλήθει τε καὶ
δυνάμει πόλιν ἐρρωμένως ἑλὼν εἰς φόβον ἢ
ὑπόνοιαν ἥκοι, μή ποτε κατὰ τάγματα καὶ
[p. 520]
συστροφὰς ὑπαντιάζοντες ἀμύνωνται τοὺς ἐπεισπίπτοντας
ἢ τὰ μετέωρα καταλαμβανόμενοι
καὶ τὰ ἄκρα τῆς πόλεως ἔνθεν ἀντεπίοιεν ἐπὶ
πολὺ κακώσοντες τοὺς πολεμίους, κηρυττέτω
τοὺς ἀνόπλους μὴ κτεῖναι.