This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Εἰσὶν οὖν αἱ πᾶσαι τῶν τάξεων διαφοραὶ αἵδε,
ὧν ἑκάστη φάλαγξ προσαγορεύεται περιέχουσα
συστήματα κατὰ ἀριθμὸν ἐπιτήδειον καὶ ἡγεμόνας
αὐτῶν πρὸς τὸ ῥᾳδίως ποιεῖν τὰ παρακελευόμενα
πρὸς τὴν ἐφήμερον γυμνασίαν τε καὶ ἄσκησιν τῆς
πορείας καὶ στρατοπεδεύσεως καὶ παρατάξεως καὶ
πρὸς τοὺς ἐπ̓ ἀληθείας ἀγῶνας.