Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Οἷον ἔστω σύνταγμα τὸ αβγδ, λοχαγῶν δ̓ ἐν
αὐτῷ ζυγὸν τὸ αβ: δῆλον δέ, ὅτι δεξιὸς μὲν
ἔσται λοχαγὸς ὁ κατὰ τὸ β, λαιὸς δὲ ὁ κατὰ τὸ α,
[p. 296]
καὶ ἐπὶ δόρυ μὲν τὰ κατὰ τὸ β μέρη, ἐπ̓ ἀσπίδα
δὲ τὰ κατὰ τὸ α: μένοντος τοίνυν τοῦ β, εἰ ἐπιστρέφομεν
ὅλον τὸ αβγδ σύνταγμα ἐπὶ δόρυ, τὸ
κατὰ τὴν αβ ζυγὸν μεταστήσεται ἐπὶ τὴν πρὸς
ὀρθὰς αὐτῷ θέσιν τὴν βε καὶ ὅλον τὸ βαδγ ἔσται
ὡς τὸ βεζη ἐπεστραμμένον ἐπὶ δόρυ καὶ κατειληφὸς
τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν δεξιάν.