This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Τὰς δὲ τάξεις αὐτῶν κατὰ σχῆμα οἱ μὲν τετράγωνον
πεποίηνται, οἱ δὲ ἑτερόμηκες, ἄλλοι
δὲ ῥομβοειδές, καὶ ἕτεροι σφηνοειδὲς ἤτοι ἐμβολοειδές.
κοινῶς δὲ ἅπαντες εἴλην καλοῦσι τὸ
σύστημα τοῦ σχήματος. τῇ μὲν οὖν ῥομβοειδεῖ
τῶν εἰλῶν δοκοῦσι Θετταλοὶ κεχρῆσθαι πρῶτοι
ἐν ἱππικῇ πολὺ δυνηθέντες, πρός τε τὰς ἀποστροφὰς
καὶ τὰς ἐπιστροφὰς τῶν ἵππων, ὅπως μὴ συνταράττοιντο
πρὸς πάσας τὰς πλευρὰς στρέφεσθαι
δυνάμενοι: τοὺς γὰρ ἀρίστους τῶν ἱππέων κατὰ
τὰς πλευρὰς ἔταττον, πάλιν τοὺς ἐξέχοντας
ἀρετῇ κατὰ τὰς γωνίας: ἐκάλουν δὲ τὸν μὲν κατὰ
τὴν πρόσω γωνίαν ἰλάρχην, τὸν δὲ κατὰ τὴν ὀπίσω
οὐραγόν, τοὺς δὲ κατὰ τὴν δεξιὰν καὶ λαιὰν πλαγιοφύλακες.
[p. 278]