This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Ἀλλὰ καὶ ὅσοι μήτε ζυγεῖν μήτε στοιχεῖν
μᾶλλον τὴν εἴλην προὐθυμήθησαν, ἄλλον τρόπον
εἰς ταύτην ἐπῄνεσαν τὴν θέσιν: τάσσουσι γὰρ
[p. 288]
πρῶτον τῆς εἴλης πρόσωπον καὶ οἷον ζυγὸν τὰς
εἰς τοὔμπροσθεν δύο πλευρὰς τοῦ ῥομβοειδοῦς,
οἷον αθξτψας2χσνη, λαβδοειδὲς σχῆμα, εἶθ̓
ἑξῆς ὑπὸ τοῦτο δυάδι αὐτοῦ λειπόμενον τὸ θβιουω
φρμζν, εἶτα ξιγκπλεμς δυάδι καὶ τοῦτο τοῦ
πρὸ αὐτοῦ λειπόμενον, ζυγαρχοῦντος τοῦ ἐν τῇ
κατὰ τὸ μέσον γωνίᾳ, οἷον τῶν αωπ, ἑξῆς δὲ
τούτῳ τὸ τοκδλρχ, οὗ ζυγάρχης ὁ δ, καὶ ὑπὸ
τοῦτο τὸ ψυπφς, ὑφ̓ ὃ τὸ ω, καὶ ἔσχατος
οὐραγὸς ὁ α. φανερὸν οὖν ὅτι θέσει μὲν οὐδὲν
διοίσει τῶν προτέρων, λήψει δὲ μόνον, ὡς ἐκ τῆς
ὑπογραφῆς δῆλον ἔσται.