previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δυνέτω δὲ τὸν αὐτὸν τρόπον ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ μὲν ἀρχὴ τοῦ Καρκίνου, ἀπέχῃ δὲ τοῦ ὑπερ γῆν μεσουρανήματος ἀρχὴ τῶν Διδύμων εἰς τὰ προηγούμενα χρόνους ἰσημερινοὺς λβ. ἐπεὶ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύτας ποιήσωμεν, ἕξομεν ρβ χρόνους, οὓς ἀφέξει τοῦ μεσημβρινοῦ καὶ ἀρχὴ τῶν Διδύμων ὅταν δύνῃ. ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λβ: ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις ἑβδομήκοντα ἐπὶ τὸ δύνον ἠνέχθη, ἐν οἷς καὶ καταφέρεται μὲν τε Κριὸς καὶ Ταῦρος, ἀναφέρεται δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν Χηλῶν καὶ τὸ τοῦ Σκορπίου. Ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν κέντρων ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δὲ λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν τοῦ Ταύρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην θέσιν τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανήματος εἰς τὰ ἑπόμενα χρόνους ἰσημερινοὺς δεκατρεῖς. ἐὰν [p. 300] οὖν πάλιν τοὺς ιζ χρόνους ἐπὶ τὰς γ ὥρας πολλαπλασιάσωμεν, ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν τῶν Διδύμων ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: