previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τυγχάνοντος, ὅτι πρὸς τὰ καθ̓ ὅλου καύματα [p. 30] εἰ τύχοιμεν προκαταψύξαντες ἑαυτοὺς ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τὰ ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξαντα τοῦ θερμοῦ. ἀλλὰ γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ. καὶ τὸ μὴ συναπτομένης ὡς ἐπὶ πᾶν τῆς ἀντιπαθούσης δυνάμεως τῇ προγνωστικῇ, διὰ τὸ σπάνιον τῆς οὕτω τελείας διαθέσεως, καὶ περὶ τὰς πρώτας φύσεις ἀνεμποδίστως ἀποτελουμένης, δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων παρέσχε καὶ πάντων ἁπλῶς τῶν ἀποβησομένων Ὥσπερ δέ, οἶμαι, καὶ ἐπ̓ αὐτοῦ τοῦ προγνωστικοῦ, καὶ εἰ μὴ διὰ παντὸς ἦν ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ, καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ̓ ἐπ̓ ἐνίων, κἂν ὀλίγα κἂν μικρὰ , ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει. Τούτοις δέ, ὡς ἔοικε, συνεγνωκότες οὕτως ἔχουσι, καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δἰ

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: