previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὥρας διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλέον ἔχειν τῆς ὑγρᾶς οὐσίας, παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας καὶ ἔτι τρυφεράς: τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλέον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει: τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλέον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παραπλησίως τῷ μετοπώρῳ: τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλέον ἔχειν ἐν τῷ ψυχρῷ καθάπερ καὶ χειμών. Ὁμοίως δὲ καὶ τῶν δ τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ̓ ὧν καὶ οἱ καθ̓ ὅλα μέρη πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσι, μὲν πρὸς τὰς ἀνατολὰς αὐτός τε τὸ πλέον ἔχει ἐν τῷ ξηρῷ διὰ τὸ κατ̓ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι: οἵ τε ἀπ̓ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον [p. 62] ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσι καὶ ξηραντικοί. δὲ πρὸς μεσημβριαν τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν: οἵ τε ἀπ̓ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ μανωτικοί. δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ̓ αὐτὸν γινομένου

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: