previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιρμίνῳ

Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ὄκνῳ τοῦ γράφειν, ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαι 1 ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος. 2 Εἰ μὲν οὖν αὐτὸς διέμεινας 3 σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλ̓ ἐξήρκει ἡμῖν τοσοῦτον: δεῖνα τῷ δεῖνι: ὑγιαίνειν ἡμᾶς ἴσθι, καὶ ἔρρωσο. ἐπεὶ δὲ ἀκούομεν 4 καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν, ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρεττάνιον σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα [p. 234] ἀκοῦσαι, 5 καὶ τοὺς λογισμοὺς μαθεῖν καθ̓ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. ἀλλ̓ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε 6 βουλεύεσθαι αἰσχύνης ἄξια, καὶ εἴ τι 7 ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν, καὶ μακρὰ χαίρειν εἰπόντα στρατείᾳ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ 8 στρατοπέδου ταλαιπωρίαις, καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον: ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν, πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς γνώμη, εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον 9 ἡμῖν ἐν τάχει: εἰ δέ, μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω συμφορά: γραμμάτων δὲ οὐ δεόμεθα.

1 pa/nq) add. editi anti#3i.

2 metaqe/menos editi anti#3i.

3 die/menes Med.

4 a)kou/omen a(\ ta\ a)kouo/mena E.

5 para\ sou= add. editio Paris.

6 mh/pote E.

7 kai/ add. E.

8 tou= add. E.

9 dh/lwson editi anti#3i.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: