previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίγραφον Πίστεως ὑπαγορευθείσης παρὰ τοῦ

ἁγιωτάτου 1 Βασιλείου, ὑπέγραψεν Εὐστάθιος Σεβαστείας ἐπίσκοπος. Τοὺς προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν [p. 260] βουλομένους, καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι, χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν. τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἐγκειμένη πίστις. γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον, συγκαλύπτοντες αὐτὴν 2 ἐν τῷ βάθει, αὐτοὶ μὲν τὸ κρῖμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει Κύριος τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει [p. 262] δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν, ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαι 3 τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος. 4 καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃ 5 ἐξ ἑτέρας οὐσίας ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ 6 οὐσίαν καὶ ὑπόστασιν. εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλὰ δῆλον ὅτι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας ἀλλ̓ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα, ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἀπηγόρευσαν. ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν [p. 264] φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. ὥστε ἐκεῖνο μὲν ἐπ̓ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται, ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱόν, καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς 7 ἐκδεδώκασιν. αὐτάρκως γὰρ καὶ σαφῶς 8 ἐνεδείξαντο εἰπόντες, φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι καὶ φῶς: ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. ἐγκείσθω δὴ ἡμῖν καὶ αὐτὴ πίστις κατὰ Νίκαιαν συγγραφεῖσα. Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα 9 παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον 10 Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ 11 Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός: Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ: γεννηθέντα, οὐ ποιηθέντα: ὁμοούσιον τῷ Πατρί, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ 12 ἐν τῇ γῇ: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, 13 καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς 14 οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας: Ἦν [p. 266] ποτέ, ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἐξ ἑτέρας ὑποστάσεως οὐσίας φάσκοντας εἶναι τρεπτὸν ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι: δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλ̓ ἀνεπιβούλευτον ἐνυπάρχειν 15 ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν: κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα, πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων, ἐπὶ λύμῃ τῶν ἐκκλησιῶν ἐξετράφη, καὶ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν: 16 ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν, μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλήν, ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον Κύριος ἡμῶν ἐπανετείνατο, 17 ἐκεῖνο προτείνειν, ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς νοοῦντας οὕτω, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος Πατήρ, καὶ φύσει ἅγιος Υἱός, ἀλλ̓ ἀποξενοῦντας 18 αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ [p. 268] μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ ῾δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μέν, ὡς παρελάβομεν: πιστεύειν δέ, ὡς βαπτιζόμεθα: δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμἀ, ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων: ἐκείνου διωμολογημένου ῾ἀναγκαία γὰρ ἐπισημείωσις διὰ τοὺς συκοφάντας᾿, ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον: ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: οὔτε γεννητόν: ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα: τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτΐστως. ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι 19 ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, 20 καὶ Υἱὸν μὲν προτάσσοντας 21 τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν [p. 270] προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος: Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου. 22 Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα, καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος, καὶ τοῦ χωρεπισκόπου Σεβήρου, καὶ ἄλλων τινῶν κληρικῶν.

1 mega/lou editi anti#3i.

2 e(auth/n E.

3 profasi/zesqai Coisl. secundus, Reg. secundus.

4 e)chgou/menos om. E.

5 le/gei Harl.; le/ch| editi anti#3i.

6 e)kei=noi editi anti#3i.

7 eu)sebw=s Harl., Regius.

8 sofw=s Harl. secunda manu, editi anti#3i.

9 *pate/ra om. E.

10 h(mw=n add. editi anti#3i.

11 tou= om. E.

12 kai\ ta\ ta/ te E.

13 e)k tw=n ou)ranw=n add. Editiones Paris. Et secunda Basil.

14 tou/s om. E.

15 u(pa/rxein E.

16 e)pe/skhyen E, Regius.

17 e)panetei/neto E.

18 cenou=ntas E.

19 prodiastei/lasqai E.

20 a)lhqei/a| editi anti#3i.

21 prosta/ssontas E.

22 *(upografh\ *eu)staqi/ou e)pisko/pou kai\ u(pe/grayen *eu)sta/qios o( *sebastei/as e)pi/skopos Harl. Regius.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: