previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιόχῳ πρεσβυτέρῳ, ἀδελφιδῷ συνόντι ἐν τῇ ἐξορίᾳ

Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας 1 διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσς3 ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν: διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας: ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν. [p. 438]

1 e)kklhsi/as tres MSS. recentiores.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: