previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεοδότῳ, ἐπισκόπῳ Βεροίας

Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλ̓ ἐν τῇ καρδίᾳ σου ὑπάρχει μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλ̓ ὅτι σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλ̓ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις 1 τῷ σώματι, δἰ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ Κύριος καὶ τὴν κατ̓ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παῤ αὐτοῦ δωρεαῖς.

1 diazeugnume/nois editi anti#3i.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: