previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παλλαδίῳ καὶ Ἰννοκεντίῳ 1 μονάζουσιν

Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων [p. 48] δὲ λυποῦμαι μέν: πῶς γὰρ οὔ; οὐ μὴν 2 ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφ̓ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παῤ ἄλλοις αἰτία τῆς διαστάσεως, παράσχοι Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν: ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί 3 μοι. οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλ̓ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν, 4 ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.

1 presbute/rois kai\ add. E, Harl., et Clarm.

2 ou) me\n de\ editi anti#3ui; ou) mh\n de\ alii MSS.

3 mhde\ a)pologei=sqai mh\ a)pologei=sqe editi anti#3ui.

4 u(pe\r h(mw=n om. *wat., Coisl. sec., Reg. sec.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: