previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνεπίγραφος ὑπὲρ τῶν αὐτῶν 1

Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου 2 ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ 3 τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν: 4 ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δ̓ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφ̓ 5 ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ 6 τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι. [p. 116]

1 e)pi\ kh/sei E ; e)pi\ e)kdikh/sei alii MSS. ; e)pi\ oi)kh/sei editi anti#3i.

2 presbute/rou E, Med.

3 e)pi\ se/ om. E.

4 ei)s add. E, editi anti#3i.

5 e)f) editi anti#3i.

6 dia/ E

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: