previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μαξίμῳ φιλοσόφῳ 1

Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσὶν οἱ λόγοι. κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον φασίν, ἐξ ὀνύχων τὸν λέοντα: καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ πρὸς 2 τὸν πλησίον. σημεῖον δὲ ποιούμεθα τοῦ μέν, τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δέ, τὴν περὶ τὴν γνῶσιν σπουδήν. ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα, γνώριμον παντὶ Χριστοῦ μαθητῇ. [p. 94] δὲ ἐπιζητεῖς τῶν Διονυσίου ἦλθε μὲν εἰς ἡμᾶς, καὶ πάνυ πολλά: οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. ἔχομεν δὲ γνώμης οὕτως. οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός: ἔστι δὲ καὶ παντελῶς διαγράφομεν. σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης 3 ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, πρῶτος ἀνθρώποις 4 τὰ σπέρματα παρασχών. αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. εἴωθα γοῦν ἀπεικάζειν 5 ἐγὼ φυτοκόμῳ, νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον ὅτι 6 γεγενημένον εὕρομεν. ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας 7 ὑπενεχθείς. γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ 8 ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ [p. 96] καὶ οὐσίας διαφορὰν καὶ δυνάμεως ὕφεσιν καὶ δόξης παραλλαγήν. ὥστε ἐκ τούτου συνέβη, κακοῦ 9 μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν. ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν, 10 νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπ̓ ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρημένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας 11 τῷ Πνεύματι, τῆς προσκυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. μὲν οὖν 12 ἀνὴρ τοιοῦτος. Ἐγὼ 13 δέ, εἰ χρὴ τοὐμὸν ἴδιον 14 εἰπεῖν, τὸ ὅμοιον κατ̓ οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει 15 τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν κατὰ τὴν ὑγιῆ 16 δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φ.ωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον. οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσία [p. 98] πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. εἴ τις οὖν οὕτως, ὡς εἶπον, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι, 17 ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμίκρυνον. καὶ γὰρ καὶ 18 ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεούσαις, τὸ ὅμοιον πολλάκις ἐπινοεῖν 19 εἰώθαμεν. ἐπεὶ οὖν ἧττον οἶμαι 20 κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι. Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τῶν τοιούτων 21 διαλεχθῆναι, καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μήτε πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; ὅπως οὖν μὴ τὸ τοῦ Διογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παῤ ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀῤῥωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχόμεθα: καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν 22 τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. σὺ δὲ ἔῤῥωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο [p. 100] φοιτᾷν ὡς εἰς μέρος τῆς σεαυτοῦ. εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατ̓ ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε, 23 ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δἰ ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡσυχία: ἣν πολλὴν ἐπὶ τῆς ἐσχατιᾶς 24 καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς, 25 σὺ δὲ ἀλλὰ γράφε ἡμῖν, 26 καὶ ταύτῃ ποίει ἡδίους.

1 A, B, C, D, E; maci/mw| filoso/fw| peri\ tw=n ponhma/twn dionusi/ou F.

2 pro\s om. F.

3 qruloume/nhs E.

4 a)nqrw/pois om. C, D.

5 tou=ton add. Ed. Ben.; om. A, B, C, D, E, F.

6 o(/ti om. F.

7 filoneiki/as A, B, F.

8 tau/th| C, D; tau=ta A, B, E, F, editi.

9 kako\n... kakou= E, F.

10 gra/mmasi B.

11 tw=| om. et pneumatikw= C, D.

12 ou)=n om. C, D.

13 e)me\ F.

14 i)/dion om. B, D.

15 e)/xoi A, B, C, D.

16 u(gia= A, B, C, D.

17 a)pote/mnei F.

18 kai\ om. A.

19 e)pile/gein A, B, C, D.

20 oi)/omai C, D.

21 tw=n toiou/twn: tou/twn A, B, C, D.

22 e)pi\ A, B, C, D.

23 e)pidei/knusqe A, B, F.

24 tau/ths add. C, D.

25 h(ma=s om. F.

26 h(mi=n om. E, F.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: