previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρὸς Ἰταλοὺς καὶ Γάλλους

Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς 1 συλλειτουργοῖς 2 κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος, 3 Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἰάτριος, 4 Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης, 5 Ἰωσάκης, 6 Νάρσης, Μάρις, Γρηγόριος, Δαφνός, 7 ἐν Κυρίῳ χαίρειν. Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. ἡμῖν δὲ οὐχ, ὅσον 8 στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν: ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν 9 ὑμᾶς πρὸς [p. 134] τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν 10 προσεδοκήσαμεν παῤ ὑμῶν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις γενήσεσθαι, οὐδέπω 11 δὲ τετυχήκαμεν, πάντως τοῦ 12 ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς 13 ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθ̓ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἀκοὴ καὶ ἐπὶ 14 τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν: 15 οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. ἀλλ̓ ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα. 16 ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παῤ ἑαυτοῦ διηγήσασθαι: δἰ οὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης: καὶ μήτε ὁδοῦ μῆκος, μήτε τὰς κατ̓ οἶκον ἀσχολίας, μήτ̓ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι. [p. 136] Οὐ γὰρ περὶ μιᾶς ἐκκλησίας κίνδυνος, οὐδὲ δύο τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι παραπεσοῦσαι. 17 σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν δυσώνυμος Ἄρειος κατεβάλετο, ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν. 18 ἀνατέτραπται μὲν γὰρ τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ ἐκκλησίας θεσμοί. φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι: καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας προεδρία πρόκειται: ὥστε τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν 19 λαοῦ προτιμότερος. οἴχεται σεμνότης ἱερατική: ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετ̓ ἐπιστήμης 20 ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ 21 τῶν φιλαρχούντων. ἠμαύρωται κανόνων ἀκρίβεια. ἐξουσία τοῦ ἁμαρτάνειν πολλή: οἱ γὰρ διὰ σπουδῆς ἀνθρωπίνης 22 παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι 23 τοῖς ἁμαρτάνουσιν. ἀπόλωλε κρῖμα δίκαιον: πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. πονηρία ἄμετρος, οἱ λαοὶ [p. 138] ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι: δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν, οἱ δἰ ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι: ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. ἄλλοι δέ, τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον, τοὺς λαοὺς εἰς τὴν κατ̓ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθ̓ ἑαυτοὺς συσκιάσωσι. Διὸ καὶ ἄσπονδός ἐστιν πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων. ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι: ἀμφίβολος πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι 24 τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα. ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. ἔφθασε γὰρ 25 πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα 26 ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παιδίοις 27 καὶ αὐτοῖς τοῖς πρεσβύταις, 28 πρὸ τῶν τειχῶν ἐκχυθέντες, ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθείας [p. 140] σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες. Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἀρκέσουσιν; 29 ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται, 30 πρὶν τέλεον ταῖς ἐκκλησίαις ἐπέλθῃ 31 τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι: δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. συγκινηθήτω ἐφ̓ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. μὴ περιίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν: μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν, παῤ οἷς πρῶτον ἐξέλαμψε. Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων, καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπαθὲς ἐπιδείξεσθε, 32 οὐ παῤ ἡμῶν πάντως δεήσει μαθεῖν 33 ὑμᾶς, ἀλλ̓ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ὑμῖν ὑποθήσεται. πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς περιλειφθέντας, καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείον ἀριθμοῦ τὸ ἀξιόπιστον εἰς διόρθωσιν , 34 καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν πατέρων ἡμῶν πίστιν ἀνανεώσωνται, 35 καὶ τὴν αἵρεσιν ἐκκηρύξωσι, 36 καὶ ταῖς ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται, τοὺς τὰ αὐτὰ φρονοῦντας συνάγοντες 37 εἰς ὁμόνοιαν. τοῦτο γὰρ δήπου τὸ [p. 142] πάντων ἐλεεινότατον ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφ̓ ἑαυτὸ ἐμερίσθη: καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτὲ κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ 38 ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. ἡμῖν δὲ πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱ ρετικῶν ἔτι καὶ 39 παρὰ τῶν δοκούντων ὀρθοδοξεῖν 40 ἐπαναστὰς πρὸς ἔσχατον ἀσθενείας τὰς 41 ἐκκλησίας κατήγαγεν. ἐφ̓ ἅπερ καὶ μάλιστα τῆς παῤ ὑμῶν χρῄζομεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, παρεπενόησαν 42 σχίσματα διαλύσαντας, ὑποταγῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλοκληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παῤ ἑτέροις μακαρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν ἐπίδωμεν ἐκκλησίας τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακαρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ διακρίνειν, τὴν δὲ τῶν πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν: ἣν καὶ ἡμεῖς ἐδεξάμεθα, καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι [p. 144] τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.

1 a)delfoi=s om. E.

2 toi=s add. E.

3 *)ioubi=nos *wat.; *sabi=nos editi anti#3i.

4 *)atrei=os *wat., Coisl. secundus, Reg. secundus.

5 *xrusoro/hs Coisl. secundus, Reg. secundus.

6 *)isaa/khs Reg. secundus; *)isa/akis Coisl. secundus; *)iw/sakis Harl.

7 kai\ oi( loipoi/ add. ed. anti#3i; kai\ oi( su\n au)toi=s a)delfoi/ add. Med.

8 o(/shn Regii duo, Coisl. secundus.

9 dianasth/swmen duo MSS.; dianasth/santes Harl.; dianasth/somen editi anti#3i.

10 me/n om. E.

11 ou)de/pote editi anti#3i.

12 ta\ pa/nta add. E, editi anti#3i.

13 u(ma=s E.

14 ei)s editi anti#3i.

15 diedramen editi anti#3i.

16 e)pimetrh/sasa editi anti#3i.

17 peripesou=sai editi anti#3i.

18 e)cebla/sthsan E, editi anti#3i.

19 e)pi/skopon alii MSS.

20 to/ add. E.

21 a)ei\ pa/nta Med., Harl.

22 dia\ spoudh=s a)nqrwpi/nhs spoudai=s a)nqrwpi/nais editi anti#3i.

23 dido/nai E, editi anti#3i.

24 misei=sqai Med.

25 de/ editi anti#3i.

26 geno/mena editi anti#3i.

27 paisi/ editi anti#3i.

28 presbute/rois E.

29 e)parke/sousi editi anti#3i.

30 diasw/zhtai *e.

31 e)pelqei=n Reg. duo.

32 e)pidei/chsqe E, Harl.

33 manqa/nein editi anti#3i.

34 h)=| Capps, oi(/ MSS. et editi.

35 a)nanew/swntai Capps: a)nanew/sontai MSS. et editi.

36 e)kkhru/cousi tres MSS.; e)krizw/sousi editi anti#3i.

37 sunagago/ntes E, Harl.

38 ta/ E.

39 o( h( E.

40 o(modocei=n Harl., *wat., Reg. Primus.

41 th=s E.

42 a(\ parepeno/hsana(/per e)peno/hsan editi anti#3i.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: