This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τοῦτο μὲν οὖν
αὐτὸ καὶ ξυμβουλεύσων ἥκω, τὸ μὴ δεῖν εἰς
ἅπαξ τοῖς ἀνδράσι τούτοις, ὥσπερ πλοίου, τὰ
πηδάλια τῆς διανοίας ὑμῶν παραδόντας, ᾗπερ
ἂν ἄγωσι, ταύτῃ συνέπεσθαι: ἀλλ̓ ὅσον ἐστὶ
χρήσιμον αὐτῶν δεχομένους, εἰδέναι τί χρὴ καὶ
παριδεῖν. τίνα οὖν ἐστι ταῦτα, καὶ ὅπως διακρινοῦμεν,
τοῦτο δὴ καὶ διδάξω ἔνθεν ἑλών.