previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλλὰ ταῦτα μέν που κἀν τοῖς ἡμετέροις [p. 430] λόγοις τελειότερον μαθησόμεθα: ὅσον δὲ σκιαγραφίαν τινὰ τῆς ἀρετῆς, τό γε νῦν εἶναι, ἐκ τῶν ἔξωθεν παιδευμάτων περιγραψώμεθα. 1 τοῖς γὰρ ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, 2 πολλαὶ γίνεσθαι πολλαχόθεν αἱ προσθῆκαι πεφήκασι. [2] τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην, καὶ εἰς ἡντιναοῦν ἐπιστήμην ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ ποιητῇ προσῆκεν. [3] μὲν οὖν Βίας τῷ υἱεῖ πρὸς Αἰγυπτίους ἀπαίροντι καὶ πυνθανομένῳ τί ἂν ποιῶν αὐτῷ μάλιστα κεχαρισμένα πράττοι: Ἐφόδιον, ἔφη, πρὸς γῆρας κτησάμενος, τὴν ἀρετὴν δὴ τὸ ἐφόδιον λέγων, μικροῖς ὅροις αὐτὴν περιγράφων, ὅς γε ἀνθρωπίνῳ βίῳ τὴν ἀπ̓ 3 [4] αὐτῆς ὠφέλειαν ὡρίζετο. ἐγὼ δέ, κἂν τὸ Τιθωνοῦ τις γῆρας, κἂν τὸ Ἀργανθωνίου λέγῃ, κἂν τὸ τοῦ μακροβιωτάτου παῤ ἡμῖν 4 Μαθουσάλα, ὃς χίλια ἔτη, τριάκοντα δεόντων, βιῶναι λέγεται, κἂν σύμπαντα τὸν ἀφ̓ οὗ γεγόνασιν ἄνθρωποι, χρόνον ἀναμετρῇ, ὡς ἐπὶ παίδων διανοίας γελάσομαι, εἰς τὸν μακρὸν ἀποσκοπῶν [p. 432] καὶ ἀγήρω αἰῶνα, οὗ πέρας οὐδέν ἐστι τῇ ἐπινοίᾳ λαβεῖν, οὐ μᾶλλόν γε τελευτὴν ὑποθέσθαι τῆς ἀθανάτου ψυχῆς. [5] πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμ̓ ἂν τὰ ἐφόδια, πάντα λίθον κατὰ τὴν παροιμίαν κινοῦντας, ὅθεν ἂν μέλλῃ τις ὑμῖν ἐπ̓ αὐτὸν ὠφέλεια γενήσεσθαι. μηδ̓ ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ̓ ἀποκνήσωμεν: ἀλλ̓ ἀναμνησθέντας 5 τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν 6 ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾶν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. [6] αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ̓ ἀνακαλεῖσθαι τὸ παρελθόν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. [7] Ἐγὼ μὲν οὖν κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. ὑμεῖς δέ, τριῶν ἀρρωστημάτων ὄντων, 7 μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. [8] οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται: οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀρρωστημάτων, ἐφ̓ ἑαυτοὺς καλοῦσι [p. 434] τοὺς θεραπεύσοντας: 8 οἱ δ̓ εἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. μὴ πάθητε 9 τῶν νῦν ὑμεῖς, τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν 10 ἀποφεύγοντες.

1 perigrayo/meqa editi anti#3ui et Reg. tertius.

2 kata\ to\n *(hsi/odon add. editio Paris.

3 e)p) editio utra#3ue.

4 h(mw=n editi anti#3ui.

5 a)namnhsqe/ntes anti#3ui duo libri.

6 au)tw=n editi anti#3ui.

7 o)/ntwn om. Editio Basil. et MSS.

8 qerapeu/ontas codices duo.

9 pa/qoite unus codex.

10 to\n logismo\n duo MSS.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: