This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
αὐτῆς ὠφέλειαν ὡρίζετο. ἐγὼ δέ, κἂν τὸ
Τιθωνοῦ τις γῆρας, κἂν τὸ Ἀργανθωνίου λέγῃ,
κἂν τὸ τοῦ μακροβιωτάτου παῤ ἡμῖν 1 Μαθουσάλα,
ὃς χίλια ἔτη, τριάκοντα δεόντων, βιῶναι
λέγεται, κἂν σύμπαντα τὸν ἀφ̓ οὗ γεγόνασιν
ἄνθρωποι, χρόνον ἀναμετρῇ, ὡς ἐπὶ παίδων
διανοίας γελάσομαι, εἰς τὸν μακρὸν ἀποσκοπῶν
[p. 432]
καὶ ἀγήρω αἰῶνα, οὗ πέρας οὐδέν ἐστι
τῇ ἐπινοίᾳ λαβεῖν, οὐ μᾶλλόν γε ἢ τελευτὴν
ὑποθέσθαι τῆς ἀθανάτου ψυχῆς.
1 h(mw=n editi anti#3ui.