Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
Ἑνὶ δὲ λόγῳ, παντὸς ὑπεροπτέον τοῦ σώματος
τῷ μή, ὡς ἐν βορβόρῳ, ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι
μέλλοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ,
ὅσον, φησὶ Πλάτων; ὑπηρεσίαν φιλοσοφίᾳ
κτωμένου, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς
παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος πρόνοιαν
ἔχειν εἰς ἐπιθυμιῶν ἀφορμήν.