Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐδὲν πέρας τῶν πόνων ἔχοντες. κουρὰς δὲ καὶ
[p. 416]
ἀμπεχόνας ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι,
ἢ δυστυχούντων ἐστί, κατὰ τὸν Διογένους λόγον,
ἢ ἀδικούντων. ὥστε καλλωπιστὴν εἶναι καὶ
ὀνομάζεσθαι ὁμοίως αἰσχρὸν ἡγεῖσθαί φημι δεῖν
τοὺς τοιούτους, ὡς τὸ ἑταιρεῖν ἢ ἀλλοτρίοις
γάμοις ἐπιβουλεύειν.