previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αὐτόθι μέντοι καὶ περὶ σχημάτων ἐφεξῆς τέτακται τόπος: καὶ γὰρ ταῦτ̓, ἂν ὃν δεῖ σκευάζηται τρόπον, ὡς ἔφην, οὐκ ἂν τυχοῦσα μεγέθους εἴη μερίς. οὐ μὴν ἀλλ̓ ἐπεὶ τὸ πάντα διακριβοῦν πολύεργον ἐν τῷ παρόντι, μᾶλλον δ̓ ἀπεριόριστον, ὀλίγα τῶν ὅσα μεγαληγορίας ἀποτελεστικὰ τοῦ πιστώσασθαι τὸ προκείμενον ἕνεκα καὶ δὴ διέξιμεν. [2] ἀπόδειξιν Δημοσθένης ὑπὲρ τῶν πεπολιτευμένων εἰσφέρει: τίς δ̓ ἦν κατὰ φύσιν χρῆσις αὐτῆς; ῾οὐχ ἡμάρτετε, τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα ἀράμενοι: ἔχετε δὲ οἰκεῖα τούτου [p. 92] παραδείγματα: οὐδὲ γὰρ οἱ ἐν Μαραθῶνι ἥμαρτον οὐδ̓ οἱ ἐν Σαλαμῖνι οὐδ̓ οἱ ἐν Πλαταιαῖς.᾿ ἀλλ̓ ἐπειδὴ καθάπερ ἐμπνευσθεὶς ἐξαίφνης ὑπὸ θεοῦ καὶ οἱονεὶ φοιβόληπτος γενόμενος, τὸν τῶν ἀριστέων τῆς Ἑλλάδος ὅρκον ἐξεφώνησεν ῾οὐκ ἔστιν ὅπως ἡμάρτετε, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας,᾿ φαίνεται δἰ ἑνὸς τοῦ ὀμοτικοῦ σχήματος, ματος, ὅπερ ἐνθάδε ἀποστροφὴν ἐγὼ καλῶ, τοὺς μὲν προγόνους ἀποθεώσας, ὅτι δεῖ τοὺς οὕτως ἀποθανόντας ὡς θεοὺς ὀμνύναι παριστάνων, τοῖς δὲ κρίνουσι τὸ τῶν ἐκεῖ προκινδυνευσάντων ἐντιθεὶς φρόνημα, τὴν δὲ τῆς ἀποδείξεως φύσιν μεθεστακὼς εἰς ὑπερβάλλον ὕψος καὶ πάθος καὶ ξένων καὶ ὑπερφυῶν ὅρκων ἀξιοπιστίαν, καὶ ἅμα παιώνειόν τινα καὶ ἀλεξιφάρμακον εἰς τὰς ψυχὰς τῶν ἀκουόντων καθιεὶς λόγον, ὡς κουφιζομένους ὑπὸ τῶν ἐγκωμίων μηδὲν ἔλαττον τῇ μάχῃ τῇ πρὸς Φίλιππον ἐπὶ τοῖς κατὰ Μαραθῶνα καὶ Σαλαμῖνα νικητηρίοις παρίστασθαι φρονεῖν: οἷς πᾶσι τοὺς ἀκροατὰς διὰ τοῦ σχηματισμοῦ συναρπάσας ᾤχετο. [3] καίτοι παρὰ τῷ Εὐπόλιδι. τοῦ ὅρκου τὸ σπέρμα φασὶν εὑρῆσθαι: οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. ἔστι δ̓ οὐ τὸ ὁπωσοῦν τινὰ ὀμόσαι μέγα, τὸ δὲ ποῦ καὶ πῶς καὶ ἐφ̓ ὧν καιρῶν καὶ τίνος ἕνεκα. ἀλλ̓ ἐκεῖ μὲν οὐδέν ἐστ̓ εἰ μὴ ὅρκος, καὶ πρὸς εὐτυχοῦντας ἔτι καὶ οὐ δεομένους παρηγορίας τοὺς Ἀθηναίους, ἔτι δ̓ οὐχὶ τοὺς ἄνδρας ἀπαθανατίσας ποιητὴς ὤμοσεν, ἵνα τῆς ἐκείνων ἀρετῆς τοῖς ἀκούουσιν ἐντέκῃ λόγον ἄξιον, ἀλλ̓ ἀπὸ τῶν προκινδυνευσάντων ἐπὶ τὸ ἄψυχον ἀπεπλανήθη, τὴν μάχην. παρὰ δὲ τῷ Δημοσθένει πεπραγμάτευται πρὸς ἡττημένους ὅρκος, ὡς μὴ Χαιρώνειαν ἔτ̓ Ἀθηναίοις ἀτύχημα [p. 94] φαίνεσθαι, καὶ ταὐτόν, ὡς ἔφην, ἅμα ἀπόδειξίς ἐστι τοῦ μηδὲν ἡμαρτηκέναι παράδειγμα ὅρκων πίστις ἐγκώμιον προτροπή. [4] κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι: ῾λέγεις ἧτταν πολιτευσάμενος, εἶτα νίκας ὀμνύεις,᾿ διὰ ταῦθ̓ ἑξῆς κανονίζει καὶ δἰ ἀσφαλείας ἄγει καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον: ῾τοὺς προκινδυνεύσαντας᾿ φησὶ ῾Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπ̓ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους.᾿ οὐδαμοῦ ῾νικήσαντας᾿ εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει: ῾οὓς ἅπαντας ἔθαψε δημοσίᾀ φησὶν ῾ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους.᾿

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: