previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὁποῖόν τί ἐστι τὸ λεγόμενον, ὅτι: συνέταξεν Ἀσκληπιὸς τούτῳ ἱππασίαν ψυχρολουσίαν ἀνυποδησίαν, τοιοῦτόν ἐστι καὶ τό: συνέταξε τούτῳ τῶν ὅλων φύσις νόσον πήρωσιν ἀποβολὴν ἄλλο τι τῶν τοιούτων. καὶ γὰρ ἐκεῖ τὸ συνέταξε τοιοῦτόν τι σημαίνει: ἔταξε τούτῳ τοῦτο ὡς κατάλληλον πρὸς ὑγίειαν, καὶ ἐνταῦθα τὸ συμβαῖνον ἑκάστῳ τέτακταί πως αὐτῷ ῾ὡς᾿ κατάλληλον πρὸς τὴν εἱμαρμένην. [2] οὕτως γὰρ καὶ συμβαίνειν αὐτὰ ἡμῖν λέγομεν ὡς καὶ τοὺς τετραγώνους λίθους ἐν τοῖς τείχεσιν ἐν ταῖς πυραμίσι συμβαίνειν οἱ τεχνῖται λέγουσι, συναρμόζοντας ἀλλήλοις τῇ ποιᾷ συνθέσει. ὅλως γὰρ ἁρμονία ἐστὶ μία καὶ ὥσπερ ἐκ πάντων τῶν σωμάτων κόσμος τοιοῦτον σῶμα συμπληροῦται, οὕτως ἐκ πάντων τῶν αἰτίων εἱμαρμένη τοιαύτη αἰτία συμπληροῦται. [3] νοοῦσι δὲ λέγω καὶ οἱ τέλεον ἰδιῶται: φασὶ γάρ: τοῦτο ἔφερεν αὐτῷ. οὐκοῦν τοῦτο τούτῳ ἐφέρετο καὶ τοῦτο τούτῳ συνετάττετο: δεχώμεθα οὖν αὐτὰ ὡς ἐκεῖνα Ἀσκληπιὸς συντάττει. πολλὰ γοῦν καὶ ἐν ἐκείνοις ἐστὶ τραχέα, ἀλλὰ ἀσπαζόμεθα τῇ ἐλπίδι τῆς ὑγιείας. [4] τοιοῦτόν τί σοι δοκείτω ἄνυσις καὶ συντέλεια τῶν τῇ κοινῇ φύσει δοκούντων, οἷον σὴ ὑγίεια, καὶ οὕτως ἀσπάζου πᾶν τὸ γινόμενον, κἂν ἀπηνέστερον δοκῇ, διὰ τὸ ἐκεῖ σε ἄγειν, ἐπὶ τὴν τοῦ κόσμου ὑγίειαν καὶ τὴν τοῦ Διὸς εὐοδίαν καὶ εὐπραγίαν. οὐ γὰρ ἂν τοῦτό τινι ἔφερεν, εἰ μὴ τῷ ὅλῳ συνέφερεν: οὐδὲ γὰρ τυχοῦσα φύσις φέρει τι, μὴ τῷ διοικουμένῳ ὑπ̓ αὐτῆς κατάλληλόν ἐστιν. [5] οὐκοῦν κατὰ δύο λόγους στέργειν χρὴ τὸ συμβαῖνόν σοι: καθ̓ ἕνα μέν, ὅτι σοὶ ἐγίνετο καὶ σοὶ συνετάττετο καὶ πρὸς σέ πως εἶχεν, ἄνωθεν ἐκ τῶν πρεσβυτάτων αἰτίων συγκλωθόμενον: καθ̓ ἕτερον δέ, ὅτι τῷ τὸ ὅλον διοικοῦντι τῆς εὐοδίας καὶ τῆς συντελείας καὶ νὴ Δία τῆς συμμονῆς αὐτῆς καὶ τὸ ἰδίᾳ εἰς ἕκαστον ἧκον αἴτιόν ἐστι. πηροῦται γὰρ τὸ ὁλόκληρον, ἐὰν καὶ ὁτιοῦν διακόψῃς τῆς συναφείας καὶ συνεχείας ὥσπερ τῶν μορίων, οὕτω δὴ καὶ τῶν αἰτίων: διακόπτεις δέ, ὅσον ἐπὶ σοί, ὅταν δυσαρεστῇς, καὶ τρόπον τινὰ ἀναιρεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: